Αγία Άννα: Ευχή που λύει τα δεσμά της ατεκνίας

  • Από Dogma
09122015_agia_anna.jpg

 Η Εὐχή εἰς τήν μεγαλώνυμον Θεοπρομήτορα Ἄνναν, η λύουσα τά δεσμά τῆς ἀτεκνίας καί τής στειρότητος.

Η Εὐχή εἰς τήν μεγαλώνυμον Θεοπρομήτορα Ἄνναν, η λύουσα τά δεσμά τῆς ἀτεκνίας καί τής στειρότητος.

Τοῦ Κυρίου δεηθῶμεν…Κύριε ελέησον.

Ἡ ἐξαίρετος ρίζα ἡ βλαστήσασα φυτόνἀγλαόκαρπον καί ἀειθαλές τήν ὑπερύμνητον Θεοτόκον, ἐξ ἤς προῆλθεν ὁ ἀρχηγός τῆς ζωῆς καίτελειωτής τῆς πίστεως Ἰησοῦς Χριστός· ἡπολυρρυτος βρυσις, ἐξ ἤς προῆλθεν ὡς χειμάρρους τρυφῆς καί ποταμός εἰρήνης ἡ εὐλογημένη ἐν γυναιξίν, ἡ ἀναβλύσασα τήν ἄβυσσον τῶν ἀγαθῶν καί τό ἀπέραντον πέλαγος τῆς ἀγαθότητος καίἀτελεύτητου μακαριότητος·
ἡ προορισθεῖσα κυοφορῆσαι τήν λαμπροτέρανἀσυγκρίτως τῶν ἡλιακῶν ἀκτίνων, ἤν προεῖδον καί προηγόρευσαν αἵ προφητικαί σάλπιγγες· ἡγνωριζόμενη ἐκ τοῦ καρποῦ αὐτῆς, τῆς βασιλίδος τῶν Ἀγγέλων καί ὑψηλοτέρας ὑπαρχούσης τῶν οὐρανῶν, ὡς σκεῦος ἐκλογῆς τοῦ Ἁγίου Πνεύματος καί χάριτος δοχεῖον διαυγέστατον· ἡ τῆς δικαιοσύνης καί ἀμέμπτου βιοτῆς καί πολιτείας εἰκών καί σωφροσύνης λειμών εὐωδής καί ἠδυπνεῦστος· ἡ ἐκπληρώσασα τά ἐν τῷ νόμω προστάγματα ἐν εὐθύτητι καρδίας καί ζεούση εὐλαβεία καί πάση ἀκριβεία μετά τοῦ μακαρίου αὐτῆς ὁμοζύγου καί θεοφόρου Ἰωακείμ· ἡ νεύσει θεία συλλάβουσα ἐν ἡλικία προβεβηκυία καί τέξασα τήν πρό αἰώνων προορισθεῖσαν γενέσθαι Μητέρα Θεοῦ· ἡ τοῦ πανοικτήρμονος καί πανευϊλάτου Θεοῦ προμῆτορ, ἡ ἑτοίμη ἀντίληψις καί προστασία τῶν εἰς σέ καταφευγόντων ἐκ πίστεως, ἡ παραμυθία τῶν καταπονουμένων καίἀνάψυξις τῶν τεθλιμμένων, ἡ τάς ἀτεκνούσας καί στειρευούσας γυναίκας εὐτεκνούσαςἀποδεικνύουσα τή τοῦ Ἐγγονοῦ σου χάριτι, προσδεξαι καί τήν δέησιν ἠμῶν τῶν ἁμαρτωλῶν καί τήν δυσθυμίαν τῆς ἀπαιδίας τῶν ἱκετῶν σου εἰς εὐθυμίαν παιδοποιϊας μεταποίησον.
Δός καρπόν κοιλίας τοῖς ἐπικαλουμένοις σέ διαλύουσα αὐτῶν τῆς ἀκαρπίας τόν γνόφον καί ταῖς ἀτεκνούσαις γυναιξίν ὡς λυτήριον στειρότητος εὐτέκνους ποίησον ταῖς μακαρίζουσαις σέ καί δοξολογούσαις τόν Θεάθρωπον Ἐγγονόν σου καί ἠμῶν Πλάστην καί Κύριον.
Ναί, μακαρία καί χαριτόβρυτε Ἄννα, ἡ πάσινὡς σελήνη πλησιφαής ἐκπέμπουσα τό γαλήνιον καίἱλαρόν φῶς τῶν ἐν σοῖ θεοσδότων δωρεῶν, ἡ τῆς Σάρρας ἀναδειχθεῖσα τιμιωτέρα, τῆς Ἄννης τοῦΣαμουήλ λαμπροτέρα, τῆς Ἐλισάβετ ἐνδοξοτέρα καί πάσων τῶν δικαίων γυναικών, ὧν ὁ νόμος εὔφημον ποιεῖται μνείαν ἀξιωτέρα καί ὡς ἐκ τούτου πολλῆς τιμῆς καί χάριτος ἀξιωθεῖσα, πλῆσον χαρμονῆς καί ἀγαλλιάσεως τάς καρδίας τῶν εἰς σέ καταφευγόντων καί δός τήν χάριν σου τῶν/τῆ/ταῖςδούλων/η/αις σου,(…μνημόνευσις ονομάτων) τῶν/τη/ταῖς ἀπεκδεχομένων/η/αις τήν σήν ταχίνην ἀρωγήν καί βοηθείαν διανοίγουσα τῶν/της γυναικῶν/όςαὐτῶν/τῆς τήν γαστέρα, ἴνα διά τῆς σῆς μεσιτείας καί ἀντιλήψεως τύχη/ωσιν τοῦ ἐφέτου τῆς συλλήψεως τέκνου καί δοξάση/ωσιν τό πανάγιονὄνομα τοῦ Θεανθρώπου Ἐγγονοῦ σου καί Σωτῆροςἠμῶν Ἰησοῦ Χριστοῦ· Ὤ πρέπει πάσα δόξα, τιμή καί προσκύνησις σύν τῷ ἀνάρχω αὐτοῦ Πατρί καί τῷπαναγίω καί ἀγαθῶ καί ζωοποιῶ αὐτοῦ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Αμήν.

πηγή: ι.ν. Αγ. Θεοπατόρων Ιωακείμ και Άννης Ανθοκήπων Θεσσαλονίκης

ΡΟΗ ΕΙΔΗΣΕΩΝ

Όλες οι ειδήσεις
close button

Κάντε Like: Dogma.gr στο Facebook