Η ομιλία του Πατριάρχη Αλεξανδρείας στη Σύναξη των Προκαθημένων

  • Από Dogma
sin.jpg

Η προσφώνηση του Πατριάρχη Αλεξανδρείας κ. Θεοδώρου κατά την έναρξη των εργασιών της Συνάξεως των Ορθοδόξων Προκαθημένων στο Φανάρι.

Dogma Newsdesk

Η προσφώνηση του Πατριάρχη Αλεξανδρείας κ. Θεοδώρου κατά την έναρξη των εργασιών της Συνάξεως των Ορθοδόξων Προκαθημένων στο Φανάρι.

Η ΠΡΟΣΦΩΝΗΣΗ ΤΟΥ ΠΑΤΡΙΑΡΧΗ:

Παναγιώτατε Οἰκουμενικέ Πατριάρχα κ.Βαρθολομαῖε,

Χαρά μεγάλη καί συγκίνησις βαθυτάτη πληροῖ τήν καρδίαν ἡμῶν, ἐν ᾧ προσφωνοῦμεν Ὑμᾶς ἐκ μέρους τῆς χορείας τῶν Προκαθημένων ἁγίων ἀδελφῶν τῶν ἐκασταχοῦ Ὀρθοδόξων Πατριαρχείων καί Αὐτοκεφάλων Ἐκκλησιῶν, τῶν προσελθόντων εἰς τήν Βασιλίδα τῶν Πόλεων ἳνα, ὑπό τήν προστασίαν τῆς Ὑπερμάχου ἡμῶν Στρατηγοῦ Ὑπεραγίας Θεοτόκου καί πάντων τῶν Ἁγίων, διαβουλευθῶμεν καί λάβωμεν ἀποφάσεις ἐπί ζεόντων ζητημάτων ἀφορώντων ἀφενός μέν ἒξωθεν προερχομένους κινδύνους διά τήν καθ΄ ὃλου Ὀρθοδοξίαν, ἀφετέρου δέ τάς μετ΄ ἀλλήλων σχέσεις τῶν κατά τόπους Ἐκκλησιῶν ἡμῶν· συνελών δ’ εἰπεῖν ἳνα διασκεφθῶμεν ἐπί τῶν περιστάσεων, τῶν ἐπηρεαζουσῶν, κατά τό μᾶλλον ἢ τό ἧττον, τό ἀκαταπόνητον, ἀκατάβλητον καί ἀπερίτμητον ἔργον τῆς Ὀρθοδοξίας πρός συναγωγήν πάντων ἐν τῇ Μιᾷ, Ἁγίᾳ, Καθολικῇ καί Ἀποστολικῇ Ἐκκλησίᾳ τοῦ Κυρίου, κατά τό ῥῆμα Αὐτοῦ «ἵνα πάντες ἓν ὦσιν» (Ιω. 17,22).

Χαιρετίζομεν, Παναγιώτατε, τήν πεπνυμένην Ὑμῶν πρωτοβουλίαν, τήν συνιστῶσαν ἓναν εἰσέτι σταθμόν εἰς τήν πορείαν ἐκ Γῆς Αἰγύπτου πρός τήν Γῆ τῆς Ἐπαγγελίας, προς τήν πολιτείαν τῆς Βασιλείας τοῦ Θεοῦ. Τόν ὀντολογικόν καί ἐσχατολογικόν αὐτόν δρόμον ἐπορεύετο, πορεύεται καί πορευθήσεται ἡ Ὀρθόδοξος Ἐκκλησία, ἐπιμελῶς φυλάσσουσα τήν πίστην, πανταχῇ φαίνουσα καί φωτίζουσα πάντας ἀνθρώπους, τούς βουλομένους εἰς ἐπίγνωσιν τῆς σωτηριώδους ἀληθείας ἐλθεῖν.

Στοιχοῦντες τῇ συστάσῃ τῆς μή μετάρσεως τῶν ὁρίων τῶν αἰωνίων, ἅ ἒθεντο οἱ Πατέρες ἡμῶν, ἀφουγκραζόμεθα τήν εὒλαλον προσμονήν τοῦ ἐκκλησιαστικοῦ σώματος ὃπως ἡ Ὁρθοδοξία, ὑπερκεράσασα τούς σκοπέλους τῆς θρησκειοποιήσεως, τῆς ἰδεολογικοποιήσεως καί τοῦ ἐθνοφυλετισμοῦ, προσλάβῃ καί μεταμορφώσῃ τήν σύγχρονον πραγματικότητα, οὐχί συσχηματιζομένη ἀλλά ἀνασχηματιζομένη τόν κόσμον.

Μαθητεύοντες οἰωνεῖ τῷ Λυτρωτῇ ἡμῶν, τῷ λύσαντι τό μεσότοιχον τοῦ φραγμοῦ καί ποιήσαντι τά ἀμφότερα ἓν, ἐνστερνιζόμεθα τά εὒγλωττα μηνύματα τοῦ ἐκκλησιαστικοῦ σώματος ὃπως ἡ Ὁρθοδοξία, ἀπαλλαχθεῖσα σχημάτων κοσμικῶν καταθλιπτικῆς ἐξουσίας, ἐναρμονίσῃ τήν ἱεραποστολικήν καί ποιμαντικήν αὐτῆς ζωήν τοῖς χαρίσμασι τῆς συναντιλήψεως, τῆς συναγάπης, τῆς ταπεινώσεως καί τῆς θυσιαστικῆς διακονίας.

Ὑπέρ πάντων δε, ἐν σοφίᾳ περιπατοῦντες καί ἐν πνεύματι πραότητος πρός τούς διισταμένους, ἐπιθυμοῦμεν, ἳνα, «ἀγαλλιάσει καί ἀφελότητι καρδίας» (Πρ. 2,46), παραστήσωμεν «τήν Ἐκκλησίαν μή ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἢ τι τῶν τοιούτων, ἀλλ΄ ἳνα ᾖ ἁγία καί ἂμωμος»(Μ.Ἀθανάσιος, Κατά Ἀρειανῶν, 2,67). Σκεπτομένῃ τῇ διανοίᾳ καί αἰσθανομένῃ τῇ ψυχῇ, διαλαλοῦμεν τήν εὐθύνην πάντων ἡμῶν ἐνώπιον ἑνός οἰκουμενικῶν διαστάσεων χρέους προσδοκίας: ὀφείλομεν ἳνα δώσωμεν πρώτοι ἡμεῖς τό παράδειγμα τῆς ἐκκλησιαστικῆς ἑνότητος, ὡς μοναδική σταθερά ἐντός κόσμου ἐπικινδύνως κλυδωνιζομένου καί ὑπαρξιακῶς διψῶντος διά τήν ἐπικράτησιν τῆς εἰρήνης καί τῆς καταλλαγῆς.

Τῆς Ἐκκλησίας ὡς νηός ἐν πελάγει χειμαζομένης ἀλλ΄ οὐκ ἀπολλυμένης, οὐ παρακούομεν τάς προειρηθείσας ἐπιταγάς τῆς Ὀρθοδόξου διαχρονίας καί συγχρονίας, ἐξόχως δε Ὑμεῖς, Παναγιώτατε. Διαπύρως δε εὐχόμεθα καί προσευχόμεθα ὅπως, τῇ ἐπιδημίᾳ τοῦ Παναγίου καί Ζωαρχικοῦ Πνεύματος, ἐπιλύσωμεν, μετά κανονικῆς εὐρρυθμίας, ἀρειτόλμου διαλεκτικότητος καί δημιουργικῆς συνθέσεως, τά τεθησόμενα ζητήματα πρός ἑνότητα τῆς ὑπ’ οὐρανόν Ὀρθοδοξίας καί πρός ἀνύστακτον τηλαύγησιν εἰς τήν οἰκουμένην τῆς ἐλπίδος τῆς Ἀναστάσεως, τῆς ζωῆς καί τῆς αἰωνιότητος.

ΡΟΗ ΕΙΔΗΣΕΩΝ

Όλες οι ειδήσεις
close button

Κάντε Like: Dogma.gr στο Facebook