Η Εκκλησία θεραπεύει τα τραύματα – Αναστάσιμο μήνυμα Ιεροσολύμων

  • Από Dogma
ιεροσολύμων

«Η Εκκλησία κηρύττει συνδιαλλαγή, συμφιλίωση και ειρήνη, θεραπεύει τα τραύματα του ανθρώπου» αναφέρει στο Αναστάσιμο μήνυμά του ο Πατριάρχης Ιεροσολύμων Θεόφιλος.

Ὄρθρος ἦν βαθύς καί σκοτία περί τό μνημεῖον, ἐν ᾧ ἐτάφη ὁ σταυρωθείς Ἰησοῦς Χριστός ὁ Ναζωραῖος, ὁ βασιλεύς τῶν Ἰουδαίων. Πολλή ἡ σκοτία καί εἰς τάς φρένας  Μαρίας καί τῶν μετ’ αὐτῆς εἰς τό μνημεῖον προσδραμουσῶν γυναικῶν. Εἰς τήν λύπην τήν ἐκ τοῦ σταυροῦ, προσετέθη ἡ ἀπορία ἐκ τῆς θέας τοῦ ἀποκεκυλισμένου λίθου, ἡ ἀμηχανία ἐκ τῆς θέας τοῦ κενοῦ τάφου καί ἡ ἀπόγνωσις ἐκ τοῦ ὅτι «ᾖραν τόν Κύριον ἐκ τοῦ μνημείου καί οὐκ οἴδαμεν, ποῦ ἔθηκαν Αὐτόν» (Ἰω. 20,2).
Πιστός ὅμως ὁ Θεός, «ὁ ἐργασάμενος σωτηρίαν ἐν μέσῳ τῆς γῆς». Ὁ Θεός, ὁ εὐδοκήσας σῶσαι τό γένος τῶν ἀνθρώπων διά τῆς ἐνανθρωπήσεως καί τῆς σταυρώσεως τοῦ Υἱοῦ Αὐτοῦ τοῦ Μονογενοῦς, οὐκ ἀφῆκεν Αὐτόν ἐν  τῷ τάφῳ ἰδεῖν διαφθοράν. Ὁ Χριστός, ὁ σταυρωθείς καί ταφείς, ἀνέστη τῇ δυνάμει τοῦ Πατρός καί τῇ θείᾳ Αὐτοῦ δυνάμει. Ἐνίκησε τάς δυνάμεις καί ἐξουσίας τοῦ σκότους καί τοῦ ᾍδου, τουτέστι τοῦ διαβόλου καί ἀνέστη ἐκ νεκρῶν, συναναστήσας τόν Ἀδάμ παγγενῆ.
Τό ἐλπιδοφόρον τοῦτο  μήνυμα «ζεῦγος  φαεσφόρων ἀγγέλων» ἔνδοθεν τοῦ μνημείου ἐβόα Μαρίᾳ τῇ Μαγδαληνῇ καί ταῖς μετ’ αὐτῆς γυναιξί καί τήν λύπην αὐτῶν εἰς χαράν μετέβαλε. Τήν χαράν ταύτην ἀπείρως ηὔξησεν ἡ θέα Αὐτοῦ τοῦ Ἰησοῦ ἐν τῷ ἐσταυρωμένῳ μετά τῶν τύπων τῶν ἥλων, ἀναστημένῳ, λελαμπρυσμένῳ καί δεδοξασμένῳ σώματι Αὐτοῦ, λέγοντος αὐταῖς «Χαίρετε», ὅτε καί «προσελθοῦσαι ἐκράτησαν Αὐτοῦ τούς πόδας καί προσεκύνησαν Αὐτῷ» (Ματθ. 28,9).
Αὐτόπται μάρτυρες τοῦ ὑπερφυοῦς γεγονότος τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ ἐσταυρωμένου Ἰησοῦ Χριστοῦ ἐγένοντο οὐχί μόνον αἱ μυροφόροι γυναῖκες ἀλλά καί οἱ πληροφορηθέντες καί εἰς τό μνημεῖον προσδραμόντες ἅγιοι Ἀπόστολοι. Οὗτοι ὡσαύτως εἶδον «τά ὀθόνια κείμενα μόνα καί τό σουδάριον, ὅ ἦν ἐπί τῆς κεφαλῆς αὐτοῦ, οὐ μετά τῶν ὀθονίων κείμενον, ἀλλά χωρίς ἐντετυλιγμένον εἰς ἕνα τόπον» (Ἰω. 20,7).

Εἰς ἐπιβεβαίωσιν τῆς Ἀναστάσεως Αὐτοῦ εἰς τούς ἀποστόλους, «οὕς ἐξελέξατο, ὁ Κύριος παρέστησεν Ἑαυτόν ζῶντα ἐν πολλοῖς τεκμηρίοις» (Πράξ. 1,2-3), ὡς ἐν τῷ ὑπερῴῳ, «οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων» (Ἰω. 20,19) «καί τῇ ὀγδόῃ ἡμέρᾳ, ὅτε καί Θωμᾶς  ἦν μετ’ αὐτῶν» (Ἰω. 20,26), εἰς τήν πορείαν πρός Ἐμμαούς, ὅτε «διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τά περί Ἑαυτοῦ» (Λουκ. 24,27) καί ὅτε «ηὐλόγησεν αὐτοῖς τόν ἄρτον» (Λουκ. 24,30),  ἐπί τῆς θαλάσσης τῆς Τιβεριάδος, ὅτε ἐζήτησε παρ’ αὐτῶν «προσφάγιον» καί τῇ ἐντολῇ Αὐτοῦ «εἵλκυσαν πλῆθος τῶν ἰχθύων»    (Ἰω. 21,5 καί 6) καί «λαβών τόν ἄρτον ἔδωκεν αὐτοῖς καί τό ὀψάριον ὁμοίως» (Ἰω. 21,13) καί ὅτε «ἐξήγαγεν αὐτούς ἔξω ἕως πρός Βηθανίαν» (Λουκ. 24,50) καί «τῶν μαθητῶν βλεπόντων, ἐπήρθη εἰς τούς οὐρανούς» (Πράξ. 1,9) καί ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρός καί ἡγίασεν, ἐδόξασε καί ἐθέωσε τό προσληφθέν ἀνθρώπινον φύραμα ἡμῶν.
Ἐκπληρῶν μετά ταῦτα τήν ἐπαγγελίαν Αὐτοῦ ὁ Κύριος,  ἀπέστειλε παρά τοῦ Πατρός ἄλλον Παράκλητον, ὁ ὁποῖος ἐφώτισε τήν διάνοιαν αὐτῶν «ἐν γλώσσαις πυρός καί ἐλάλησαν ἐν ἑτέραις γλώσσαις» (Πράξ. 2,3)τά μεγαλεῖα τοῦ Θεοῦ, ἐν Ἱερουσαλήμ πρῶτον καί ἐξ αὐτῆς ἔπειτα ἕως ἐσχάτου τῆς γῆς, σαγηνεύσαντες τήν οἰκουμένην καί ἑλκύσαντες διά τοῦ ἀγκίστρου τοῦ κηρύγματος πολλούς λαούς εἰς τό σκάφος τῆς Ἐκκλησίας.
Ἡ Ἐκκλησία, τό σῶμα Χριστοῦ τό Ἅγιον, ἐξαγορασθεῖσα τῷ τιμίῳ αἵματι Αὐτοῦ, πηγεῖσα ὑπ’ Αὐτοῦ εἰς τήν γῆν καί σφραγισθεῖσα τῷ Ἁγίῳ Πνεύματι, ἐνετάλη, ὅπως ἐπιτελῇ ἀνά τόν κόσμον ἕως καί σήμερον τό λυτρωτικόν ἔργον Αὐτοῦ. Ἡ Ἐκκλησία κηρύττει συνδιαλλαγήν, συμφιλίωσιν καί εἰρήνην, θεραπεύει τά τραύματα τοῦ ἀνθρώπου, ἁγιάζει καί σώζει αὐτόν, παραμυθεῖ αὐτόν πνευματικῶς  καί ἀνακουφίζει ὑλικῶς, μοιράζεται τόν ἄρτον αὐτῆς μετά τῶν πτωχῶν καί ἐνδεῶν καί συμπαρίσταται ἐμπράκτως εἰς ναυαγούς, πρόσφυγας καί  εἰς τά θύματα τῆς βίας καί τῆς τρομοκρατίας.
Ἡ τῶν Ἱεροσολύμων Ἐκκλησία, Σιών ἡ Ἁγία, ἡ δεξαμένη πρώτη ἄφεσιν ἁμαρτιῶν διά τῆς Ἀναστάσεως, φυλάττουσα τούς Ἁγίους τόπους ὡς σιωπηλούς μάρτυρας  τῆς ἐπί γῆς ἐμφανείας τοῦ Χριστοῦ, εὔχεται ἀπό τοῦ Παναγίου καί Ζωοδόχου Τάφου εἰς τό  ποίμνιον αὐτῆς καί εἰς τούς εὐλαβεῖς προσκυνητάς, ὑγιείαν, εἰρήνην, εὐστάθειαν, εὐημερίαν καί χαρμόσυνον ἀναστάσιμον πασχάλιον περίοδον, ἀναφωνοῦσα ἐν χαρᾷ ἀνεκλαλήτῳ «Χριστός Ἀνέστη».
Ἐν  τῇ  Ἁγία  Πόλει  Ἱερουσαλήμ   ΠΑΣΧΑ   2016.
Μετά Πατρικῶν εὐχῶν καί Πατριαρχικῶν εὐλογιῶν,
Διάπυρος πρός Κύριον Εὐχέτης,

ΘΕΟΦΙΛΟΣ Γ’

Πατριάρχης Ἱεροσολύμων

ΡΟΗ ΕΙΔΗΣΕΩΝ

Όλες οι ειδήσεις
close button

Κάντε Like: Dogma.gr στο Facebook