Επιστολές Αποστόλου Παύλου προς Κορινθίους

  • Από Dogma
επιστολές αποστόλου παύλου

Οι επιστολές του αποστόλου Παύλου είναι τα πρώτα γραπτά μνημεία της Καινής Διαθήκης και γράφτηκαν για πνευματική νουθεσία των πιστών.

Κεφάλαιο 1

Παυλος κλητος απόστολος Χριστου Ιησου δια θελήματος θεου, και Σωσθένης ο αδελφός, 2 τη εκκλησία του θεου τη ουση εν Κορίνθω, ηγιασμένοις εν Χριστω Ιησου, κλητοις αγίοις, συν πασιν τοις επικαλουμένοις το ονομα του κυρίου ημων Ιησου Χριστου εν παντι τόπω, αυτων και ημων.3 χάρις υμιν και ειρήνη απο θεου πατρος ημων και κυρίου Ιησου Χριστου. 4 Ευχαριστω τω θεω μου πάντοτε περι υμων επι τη χάριτι του θεου τη δοθείση υμιν εν Χριστω Ιησου, 5 οτι εν παντι επλουτίσθητε εν αυτω, εν παντι λόγω και πάση γνώσει, 6 καθως το μαρτύριον του Χριστου εβεβαιώθη εν υμιν, 7 ωστε υμας μη υστερεισθαι εν μηδενι χαρίσματι, απεκδεχομένους την αποκάλυψιν του κυρίου ημων Ιησου Χριστου.

8 ος και βεβαιώσει υμας εως τέλους ανεγκλήτους εν τη ημέρα του κυρίου ημων Ιησου Χριστου. 9 πιστος ο θεος δι’ ου εκλήθητε εις κοινωνίαν του υιου αυτου Ιησου Χριστου του κυρίου ημων. 10

Παρακαλω δε υμας, αδελφοί, δια του ονόματος του κυρίου ημων Ιησου Χριστου, ινα το αυτο λέγητε πάντες, και μη η εν υμιν σχίσματα, ητε δε κατηρτισμένοι εν τω αυτω νοϊ και εν τη αυτη γνώμη. 11 εδηλώθη γάρ μοι περι υμων, αδελφοί μου, υπο των Χλόης οτι εριδες εν υμιν εισιν. 12 λέγω δε τουτο, οτι εκαστος υμων λέγει, Εγω μέν ειμι Παύλου, Εγω δε Απολλω, Εγω δε Κηφα, Εγω δε Χριστου. 13 μεμέρισται ο Χριστός; μη Παυλος εσταυρώθη υπερ υμων, η εις το ονομα Παύλου εβαπτίσθητε; 14 ευχαριστω τω θεω οτι ουδένα υμων εβάπτισα ει μη Κρίσπον και Γάϊον, 15 ινα μή τις ειπη οτι εις το εμον ονομα εβαπτίσθητε. 16 εβάπτισα δε και τον Στεφανα οικον. λοιπον ουκ οιδα ει τινα αλλον εβάπτισα. 17 ου γαρ απέστειλέν με Χριστος βαπτίζειν αλλα ευαγγελίζεσθαι, ουκ εν σοφία λόγου, ινα μη κενωθη ο σταυρος του Χριστου. 18 Ο λόγος γαρ ο του σταυρου τοις μεν απολλυμένοις μωρία εστίν, τοις δε σωζομένοις ημιν δύναμις θεου εστιν. 19 γέγραπται γάρ, Απολω την σοφίαν των σοφων, και την σύνεσιν των συνετων αθετήσω. 20 που σοφός; που γραμματεύς; που συζητητης του αιωνος τούτου; ουχι εμώρανεν ο θεος την σοφίαν του κόσμου; 21 επειδη γαρ εν τη σοφία του θεου ουκ εγνω ο κόσμος δια της σοφίας τον θεόν, ευδόκησεν ο θεος δια της μωρίας του κηρύγματος σωσαι τους πιστεύοντας. 22 επειδη και Ιουδαιοι σημεια αιτουσιν και Ελληνες σοφίαν ζητουσιν, 23 ημεις δε κηρύσσομεν Χριστον εσταυρωμένον, Ιουδαίοις μεν σκάνδαλον εθνεσιν δε μωρίαν, 24 αυτοις δε τοις κλητοις, Ιουδαίοις τε και Ελλησιν, Χριστον θεου δύναμιν και θεου σοφίαν. 25 οτι το μωρον του θεου σοφώτερον των ανθρώπων εστίν, και το ασθενες του θεου ισχυρότερον των ανθρώπων. 26 Βλέπετε γαρ την κλησιν υμων, αδελφοί, οτι ου πολλοι σοφοι κατα σάρκα, ου πολλοι δυνατοί, ου πολλοι ευγενεις. 27 αλλα τα μωρα του κόσμου εξελέξατο ο θεος ινα καταισχύνη τους σοφούς, και τα ασθενη του κόσμου εξελέξατο ο θεος ινα καταισχύνη τα ισχυρά, 28 και τα αγενη του κόσμου και τα εξουθενημένα εξελέξατο ο θεός, τα μη οντα, ινα τα οντα καταργήση, 29 οπως μη καυχήσηται πασα σαρξ ενώπιον του θεου. 30 εξ αυτου δε υμεις εστε εν Χριστω Ιησου, ος εγενήθη σοφία ημιν απο θεου, δικαιοσύνη τε και αγιασμος και απολύτρωσις, 31 ινα καθως γέγραπται, Ο καυχώμενος εν κυρίω καυχάσθω.

Κεφάλαιο 2

1 Καγω ελθων προς υμας, αδελφοί, ηλθον ου καθ’ υπεροχην λόγου η σοφίας καταγγέλλων υμιν το μυστήριον του θεου. 2 ου γαρ εκρινά τι ειδέναι εν υμιν ει μη Ιησουν Χριστον και τουτον εσταυρωμένον. 3 καγω εν ασθενεία και εν φόβω και εν τρόμω πολλω εγενόμην προς υμας, 4 και ο λόγος μου και το κήρυγμά μου ουκ εν πειθοι’ς σοφίας λόγοις αλλ’ εν αποδείξει πνεύματος και δυνάμεως, 5 ινα η πίστις υμων μη η εν σοφία ανθρώπων αλλ’ εν δυνάμει θεου. 6 Σοφίαν δε λαλουμεν εν τοις τελείοις, σοφίαν δε ου του αιωνος τούτου ουδε των αρχόντων του αιωνος τούτου των καταργουμένων. 7 αλλα λαλουμεν θεου σοφίαν εν μυστηρίω, την αποκεκρυμμένην, ην προώρισεν ο θεος προ των αιώνων εις δόξαν ημων. 8 ην ουδεις των αρχόντων του αιωνος τούτου εγνωκεν, ει γαρ εγνωσαν, ουκ αν τον κύριον της δόξης εσταύρωσαν. 9 αλλα καθως γέγραπται, Α οφθαλμος ουκ ειδεν και ους ουκ ηκουσεν και επι καρδίαν ανθρώπου ουκ ανέβη, α ητοίμασεν ο θεος τοις αγαπωσιν αυτόν. 10 ημιν δε απεκάλυψεν ο θεος δια του πνεύματος. το γαρ πνευμα πάντα εραυνα, και τα βάθη του θεου. 11 τίς γαρ οιδεν ανθρώπων τα του ανθρώπου ει μη το πνευμα του ανθρώπου το εν αυτω; ουτως και τα του θεου ουδεις εγνωκεν ει μη το πνευμα του θεου. 12 ημεις δε ου το πνευμα του κόσμου ελάβομεν αλλα το πνευμα το εκ του θεου, ινα ειδωμεν τα υπο του θεου χαρισθέντα ημιν. 13 α και λαλουμεν ουκ εν διδακτοις ανθρωπίνης σοφίας λόγοις αλλ’ εν διδακτοις πνεύματος, πνευματικοις πνευματικα συγκρίνοντες. 14 ψυχικος δε ανθρωπος ου δέχεται τα του πνεύματος του θεου, μωρία γαρ αυτω εστιν, και ου δύναται γνωναι, οτι πνευματικως ανακρίνεται. 15 ο δε πνευματικος ανακρίνει τα πάντα, αυτος δε υπ’ ουδενος ανακρίνεται. 16 τίς γαρ εγνω νουν κυρίου, ος συμβιβάσει αυτόν; ημεις δε νουν Χριστου εχομεν.

Κεφάλαιο 3

1 Καγώ, αδελφοί, ουκ ηδυνήθην λαλησαι υμιν ως πνευματικοις αλλ’ ως σαρκίνοις, ως νηπίοις εν Χριστω. 2 γάλα υμας επότισα, ου βρωμα, ουπω γαρ εδύνασθε. αλλ ουδε ετι νυν δύνασθε, 3 ετι γαρ σαρκικοί εστε. οπου γαρ εν υμιν ζηλος και ερις, ουχι σαρκικοί εστε και κατα ανθρωπον περιπατειτε; 4 οταν γαρ λέγη τις, Εγω μέν ειμι Παύλου, ετερος δέ, Εγω Απολλω, ουκ ανθρωποί εστε; 5 τί ουν εστιν Απολλως; τί δέ εστιν Παυλος; διάκονοι δι’ ων επιστεύσατε, και εκάστω ως ο κύριος εδωκεν. 6 εγω εφύτευσα, Απολλως επότισεν, αλλα ο θεος ηυξανεν. 7 ωστε ουτε ο φυτεύων εστίν τι ουτε ο ποτίζων, αλλ’ ο αυξάνων θεός. 8 ο φυτεύων δε και ο ποτίζων εν εισιν, εκαστος δε τον ιδιον μισθον λήμψεται κατα τον ιδιον κόπον. 9 θεου γάρ εσμεν συνεργοί. θεου γεώργιον, θεου οικοδομή εστε. 10 Κατα την χάριν του θεου την δοθεισάν μοι ως σοφος αρχιτέκτων θεμέλιον εθηκα, αλλος δε εποικοδομει. εκαστος δε βλεπέτω πως εποικοδομει. 11 θεμέλιον γαρ αλλον ουδεις δύναται θειναι παρα τον κείμενον, ος εστιν Ιησους Χριστός. 12 ει δέ τις εποικοδομει επι τον θεμέλιον χρυσόν, αργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 εκάστου το εργον φανερον γενήσεται, η γαρ ημέρα δηλώσει. οτι εν πυρι αποκαλύπτεται, και εκάστου το εργον οποιόν εστιν το πυρ αυτο δοκιμάσει. 14 ει τινος το εργον μενει ο εποικοδόμησεν, μισθον λήμψεται. 15 ει τινος το εργον κατακαήσεται, ζημιωθήσεται, αυτος δε σωθήσεται, ουτως δε ως δια πυρός. 16 ουκ οιδατε οτι ναος θεου εστε και το πνευμα του θεου οικει εν υμιν; 17 ει τις τον ναον του θεου φθείρει, φθερει τουτον ο θεός. ο γαρ ναος του θεου αγιός εστιν, οιτινές εστε υμεις. 18 Μηδεις εαυτον εξαπατάτω. ει τις δοκει σοφος ειναι εν υμιν εν τω αιωνι τούτω, μωρος γενέσθω, ινα γένηται σοφός. 19 η γαρ σοφία του κόσμου τούτου μωρία παρα τω θεω εστιν. γέγραπται γάρ, Ο δρασσόμενος τους σοφους εν τη πανουργία αυτων. 20 και πάλιν, Κύριος γινώσκει τους διαλογισμους των σοφων οτι εισιν μάταιοι. 21 ωστε μηδεις καυχάσθω εν ανθρώποις. πάντα γαρ υμων εστιν, 22 ειτε Παυλος ειτε Απολλως ειτε Κηφας ειτε κόσμος ειτε ζωη ειτε θάνατος ειτε ενεστωτα ειτε μέλλοντα, πάντα υμων, 23 υμεις δε Χριστου, Χριστος δε θεου.

Κεφάλαιο 4

1 Ουτως ημας λογιζέσθω ανθρωπος ως υπηρέτας Χριστου και οικονόμους μυστηρίων θεου. 2 ωδε λοιπον ζητειται εν τοις οικονόμοις ινα πιστός τις ευρεθη. 3 εμοι δε εις ελάχιστόν εστιν ινα υφ’ υμων ανακριθω η υπο ανθρωπίνης ημέρας. αλλ ουδε εμαυτον ανακρίνω. 4 ουδεν γαρ εμαυτω σύνοιδα, αλλ ουκ εν τούτω δεδικαίωμαι, ο δε ανακρίνων με κύριός εστιν. 5 ωστε μη προ καιρου τι κρίνετε, εως αν ελθη ο κύριος, ος και φωτίσει τα κρυπτα του σκότους και φανερώσει τας βουλας των καρδιων. και τότε ο επαινος γενήσεται εκάστω απο του θεου. 6 Ταυτα δέ, αδελφοί, μετεσχημάτισα εις εμαυτον και Απολλων δι’ υμας, ινα εν ημιν μάθητε το Μη υπερ α γέγραπται, ινα μη εις υπερ του ενος φυσιουσθε κατα του ετέρου. 7 τίς γάρ σε διακρίνει; τί δε εχεις ο ουκ ελαβες; ει δε και ελαβες, τί καυχασαι ως μη λαβών; 8 ηδη κεκορεσμένοι εστέ. ηδη επλουτήσατε. χωρις ημων εβασιλεύσατε. και οφελόν γε εβασιλεύσατε, ινα και ημεις υμιν συμβασιλεύσωμεν. 9 δοκω γάρ, ο θεος ημας τους αποστόλους εσχάτους απέδειξεν ως επιθανατίους, οτι θέατρον εγενήθημεν τω κόσμω και αγγέλοις και ανθρώποις. 10 ημεις μωροι δια Χριστόν, υμεις δε φρόνιμοι εν Χριστω. ημεις ασθενεις, υμεις δε ισχυροί. υμεις ενδοξοι, ημεις δε ατιμοι. 11 αχρι της αρτι ωρας και πεινωμεν και διψωμεν και γυμνιτεύομεν και κολαφιζόμεθα και αστατουμεν 12 και κοπιωμεν εργαζόμενοι ταις ιδίαις χερσίν. λοιδορούμενοι ευλογουμεν, διωκόμενοι ανεχόμεθα, 13 δυσφημούμενοι παρακαλουμεν. ως περικαθάρματα του κόσμου εγενήθημεν, πάντων περίψημα, εως αρτι. 14 Ουκ εντρέπων υμας γράφω ταυτα, αλλ’ ως τέκνα μου αγαπητα νουθετων. 15 εαν γαρ μυρίους παιδαγωγους εχητε εν Χριστω, αλλ ου πολλους πατέρας, εν γαρ Χριστω Ιησου δια του ευαγγελίου εγω υμας εγέννησα. 16 παρακαλω ουν υμας, μιμηταί μου γίνεσθε. 17 δια τουτο επεμψα υμιν Τιμόθεον, ος εστίν μου τέκνον αγαπητον και πιστον εν κυρίω, ος υμας αναμνήσει τας οδούς μου τας εν Χριστω Ιησου, καθως πανταχου εν πάση εκκλησία διδάσκω. 18 ως μη ερχομένου δέ μου προς υμας εφυσιώθησάν τινες. 19 ελεύσομαι δε ταχέως προς υμας, εαν ο κύριος θελήση, και γνώσομαι ου τον λόγον των πεφυσιωμένων αλλα την δύναμιν, 20 ου γαρ εν λόγω η βασιλεία του θεου αλλ’ εν δυνάμει. 21 τί θέλετε; εν ράβδω ελθω προς υμας, η εν αγάπη πνεύματί τε πραϋτητος;

Κεφάλαιο 5

1 Ολως ακούεται εν υμιν πορνεία, και τοιαύτη πορνεία ητις ουδε εν τοις εθνεσιν, ωστε γυναικά τινα του πατρος εχειν. 2 και υμεις πεφυσιωμένοι εστέ, και ουχι μαλλον επενθήσατε, ινα αρθη εκ μέσου υμων ο το εργον τουτο πράξας; 3 εγω μεν γάρ, απων τω σώματι παρων δε τω πνεύματι, ηδη κέκρικα ως παρων τον ουτως τουτο κατεργασάμενον 4 εν τω ονόματι του κυρίου ημων Ιησου, συναχθέντων υμων και του εμου πνεύματος συν τη δυνάμει του κυρίου ημων Ιησου, 5 παραδουναι τον τοιουτον τω Σατανα εις ολεθρον της σαρκός, ινα το πνευμα σωθη εν τη ημέρα του κυρίου. 6 Ου καλον το καύχημα υμων. ουκ οιδατε οτι μικρα ζύμη ολον το φύραμα ζυμοι; 7 εκκαθάρατε την παλαιαν ζύμην, ινα ητε νέον φύραμα, καθώς εστε αζυμοι. και γαρ το πάσχα ημων ετύθη Χριστός. 8 ωστε εορτάζωμεν, μη εν ζύμη παλαια μηδε εν ζύμη κακίας και πονηρίας, αλλ’ εν αζύμοις ειλικρινείας και αληθείας. 9 Εγραψα υμιν εν τη επιστολη μη συναναμίγνυσθαι πόρνοις, 10 ου πάντως τοις πόρνοις του κόσμου τούτου η τοις πλεονέκταις και αρπαξιν η ειδωλολάτραις, επει ωφείλετε αρα εκ του κόσμου εξελθειν. 11 νυν δε εγραψα υμιν μη συναναμίγνυσθαι εάν τις αδελφος ονομαζόμενος η πόρνος η πλεονέκτης η ειδωλολάτρης η λοίδορος η μέθυσος η αρπαξ, τω τοιούτω μηδε συνεσθίειν. 12 τί γάρ μοι τους εξω κρίνειν; ουχι τους εσω υμεις κρίνετε; 13 τους δε εξω ο θεος κρινει. εξάρατε τον πονηρον εξ υμων αυτων.

Κεφάλαιο 6

1 Τολμα τις υμων πραγμα εχων προς τον ετερον κρίνεσθαι επι των αδίκων, και ουχι επι των αγίων; 2 η ουκ οιδατε οτι οι αγιοι τον κόσμον κρινουσιν; και ει εν υμιν κρίνεται ο κόσμος, ανάξιοί εστε κριτηρίων ελαχίστων; 3 ουκ οιδατε οτι αγγέλους κρινουμεν, μήτιγε βιωτικά; 4 βιωτικα μεν ουν κριτήρια εαν εχητε, τους εξουθενημένους εν τη εκκλησία τούτους καθίζετε; 5 προς εντροπην υμιν λέγω. ουτως ουκ ενι εν υμιν ουδεις σοφος ος δυνήσεται διακριναι ανα μέσον του αδελφου αυτου; 6 αλλα αδελφος μετα αδελφου κρίνεται, και τουτο επι απίστων; 7 ηδη μεν ουν ολως ηττημα υμιν εστιν οτι κρίματα εχετε μεθ’ εαυτων. δια τί ουχι μαλλον αδικεισθε; δια τί ουχι μαλλον αποστερεισθε; 8 αλλα υμεις αδικειτε και αποστερειτε, και τουτο αδελφούς. 9 η ουκ οιδατε οτι αδικοι θεου βασιλείαν ου κληρονομήσουσιν; μη πλανασθε. ουτε πόρνοι ουτε ειδωλολάτραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται 10 ουτε κλέπται ουτε πλεονέκται, ου μέθυσοι, ου λοίδοροι, ουχ αρπαγες βασιλείαν θεου κληρονομήσουσιν. 11 και ταυτά τινες ητε. αλλα απελούσασθε, αλλα ηγιάσθητε, αλλα εδικαιώθητε εν τω ονόματι του κυρίου Ιησου Χριστου και εν τω πνεύματι του θεου ημων. 12 Πάντα μοι εξεστιν, αλλ ου πάντα συμφέρει. πάντα μοι εξεστιν, αλλ ουκ εγω εξουσιασθήσομαι υπό τινος. 13 τα βρώματα τη κοιλία, και η κοιλία τοις βρώμασιν. ο δε θεος και ταύτην και ταυτα καταργήσει. το δε σωμα ου τη πορνεία αλλα τω κυρίω, και ο κύριος τω σώματι. 14 ο δε θεος και τον κύριον ηγειρεν και ημας εξεγερει δια της δυνάμεως αυτου. 15 ουκ οιδατε οτι τα σώματα υμων μέλη Χριστου εστιν; αρας ουν τα μέλη του Χριστου ποιήσω πόρνης μέλη; μη γένοιτο. 16 η ουκ οιδατε οτι ο κολλώμενος τη πόρνη εν σωμά εστιν; Εσονται γάρ, φησίν, οι δύο εις σάρκα μίαν. 17 ο δε κολλώμενος τω κυρίω εν πνευμά εστιν. 18 φεύγετε την πορνείαν. παν αμάρτημα ο εαν ποιήση ανθρωπος εκτος του σώματός εστιν, ο δε πορνεύων εις το ιδιον σωμα αμαρτάνει. 19 η ουκ οιδατε οτι το σωμα υμων ναος του εν υμιν αγίου πνεύματός εστιν, ου εχετε απο θεου, και ουκ εστε εαυτων; 20 ηγοράσθητε γαρ τιμης. δοξάσατε δη τον θεον εν τω σώματι υμων.

Κεφάλαιο 7

1 Περι δε ων εγράψατε, καλον ανθρώπω γυναικος μη απτεσθαι. 2 δια δε τας πορνείας εκαστος την εαυτου γυναικα εχέτω, και εκάστη τον ιδιον ανδρα εχέτω. 3 τη γυναικι ο ανηρ την οφειλην αποδιδότω, ομοίως δε και η γυνη τω ανδρί. 4 η γυνη του ιδίου σώματος ουκ εξουσιάζει αλλα ο ανήρ. ομοίως δε και ο ανηρ του ιδίου σώματος ουκ εξουσιάζει αλλα η γυνή. 5 μη αποστερειτε αλλήλους, ει μήτι αν εκ συμφώνου προς καιρον ινα σχολάσητε τη προσευχη και πάλιν επι το αυτο ητε, ινα μη πειράζη υμας ο Σατανας δια την ακρασίαν υμων. 6 τουτο δε λέγω κατα συγγνώμην, ου κατ’ επιταγήν. 7 θέλω δε πάντας ανθρώπους ειναι ως και εμαυτόν. αλλα εκαστος ιδιον εχει χάρισμα εκ θεου, ο μεν ουτως, ο δε ουτως. 8 Λέγω δε τοις αγάμοις και ταις χήραις, καλον αυτοις εαν μείνωσιν ως καγώ. 9 ει δε ουκ εγκρατεύονται γαμησάτωσαν, κρειττον γάρ εστιν γαμησαι η πυρουσθαι. 10 τοις δε γεγαμηκόσιν παραγγέλλω, ουκ εγω αλλα ο κύριος, γυναικα απο ανδρος μη χωρισθηναι 11 , εαν δε και χωρισθη, μενέτω αγαμος η τω ανδρι καταλλαγήτω,ω και ανδρα γυναικα μη αφιέναι. 12 Τοις δε λοιποις λέγω εγώ, ουχ ο κύριος. ει τις αδελφος γυναικα εχει απιστον, και αυτη συνευδοκει οικειν μετ’ αυτου, μη αφιέτω αυτήν. 13 και γυνη ει τις εχει ανδρα απιστον, και ουτος συνευδοκει οικειν μετ’ αυτης, μη αφιέτω τον ανδρα. 14 ηγίασται γαρ ο ανηρ ο απιστος εν τη γυναικί, και ηγίασται η γυνη η απιστος εν τω αδελφω. επει αρα τα τέκνα υμων ακάθαρτά εστιν, νυν δε αγιά εστιν. 15 ει δε ο απιστος χωρίζεται, χωριζέσθω. ου δεδούλωται ο αδελφος η η αδελφη εν τοις τοιούτοις. εν δε ειρήνη κέκληκεν υμας ο θεός. 16 τί γαρ οιδας, γύναι, ει τον ανδρα σώσεις; η τί οιδας, ανερ, ει την γυναικα σώσεις; 17 Ει μη εκάστω ως εμέρισεν ο κύριος, εκαστον ως κέκληκεν ο θεός, ουτως περιπατείτω. και ουτως εν ταις εκκλησίαις πάσαις διατάσσομαι. 18 περιτετμημένος τις εκλήθη; μη επισπάσθω. εν ακροβυστία κέκληταί τις; μη περιτεμνέσθω. 19 η περιτομη ουδέν εστιν, και η ακροβυστία ουδέν εστιν, αλλα τήρησις εντολων θεου. 20 εκαστος εν τη κλήσει η εκλήθη εν ταύτη μενέτω. 21 δουλος εκλήθης; μή σοι μελέτω. αλλ ει και δύνασαι ελεύθερος γενέσθαι, μαλλον χρησαι. 22 ο γαρ εν κυρίω κληθεις δουλος απελεύθερος κυρίου εστίν. ομοίως ο ελεύθερος κληθεις δουλός εστιν Χριστου. 23 τιμης ηγοράσθητε. μη γίνεσθε δουλοι ανθρώπων. 24 εκαστος εν ω εκλήθη, αδελφοί, εν τούτω μενέτω παρα θεω. 25 Περι δε των παρθένων επιταγην κυρίου ουκ εχω, γνώμην δε δίδωμι ως ηλεημένος υπο κυρίου πιστος ειναι. 26 Νομίζω ουν τουτο καλον υπάρχειν δια την ενεστωσαν ανάγκην, οτι καλον ανθρώπω το ουτως ειναι. 27 δέδεσαι γυναικί; μη ζήτει λύσιν. λέλυσαι απο γυναικός; μη ζήτει γυναικα. 28 εαν δε και γαμήσης, ουχ ημαρτες. και εαν γήμη η παρθένος, ουχ ημαρτεν. θλιψιν δε τη σαρκι εξουσιν οι τοιουτοι, εγω δε υμων φείδομαι. 29 τουτο δέ φημι, αδελφοί, ο καιρος συνεσταλμένος εστίν. το λοιπον ινα και οι εχοντες γυναικας ως μη εχοντες ωσιν, 30 και οι κλαίοντες ως μη κλαίοντες, και οι χαίροντες ως μη χαίροντες, και οι αγοράζοντες ως μη κατέχοντες, 31 και οι χρώμενοι τον κόσμον ως μη καταχρώμενοι. παράγει γαρ το σχημα του κόσμου τούτου. 32 θέλω δε υμας αμερίμνους ειναι. ο αγαμος μεριμνα τα του κυρίου, πως αρέση τω κυρίω. 33 ο δε γαμήσας μεριμνα τα του κόσμου, πως αρέση τη γυναικί, 34 και μεμέρισται. και η γυνη η αγαμος και η παρθένος μεριμνα τα του κυρίου, ινα η αγία και τω σώματι και τω πνεύματι. η δε γαμήσασα μεριμνα τα του κόσμου, πως αρέση τω ανδρί. 35 τουτο δε προς το υμων αυτων σύμφορον λέγω, ουχ ινα βρόχον υμιν επιβάλω, αλλα προς το ευσχημον και ευπάρεδρον τω κυρίω απερισπάστως. 36 Ει δέ τις ασχημονειν επι την παρθένον αυτου νομίζει εαν η υπέρακμος, και ουτως οφείλει γίνεσθαι, ο θέλει ποιείτω. ουχ αμαρτάνει. γαμείτωσαν. 37 ος δε εστηκεν εν τη καρδία αυτου εδραιος, μη εχων ανάγκην, εξουσίαν δε εχει περι του ιδίου θελήματος, και τουτο κέκρικεν εν τη ιδία καρδία, τηρειν την εαυτου παρθένον, καλως ποιήσει. 38 ωστε και ο γαμίζων την εαυτου παρθένον καλως ποιει, και ο μη γαμίζων κρεισσον ποιήσει. 39 Γυνη δέδεται εφ’ οσον χρόνον ζη ο ανηρ αυτης. εαν δε κοιμηθη ο ανήρ, ελευθέρα εστιν ω θέλει γαμηθηναι, μόνον εν κυρίω. 40 μακαριωτέρα δέ εστιν εαν ουτως μείνη, κατα την εμην γνώμην, δοκω δε καγω πνευμα θεου εχειν.

Κεφάλαιο 8

1 Περι δε των ειδωλοθύτων, οιδαμεν οτι πάντες γνωσιν εχομεν. η γνωσις φυσιοι, η δε αγάπη οικοδομει. 2 ει τις δοκει εγνωκέναι τι, ουπω εγνω καθως δει γνωναι. 3 ει δέ τις αγαπα τον θεόν, ουτος εγνωσται υπ’ αυτου. 4 Περι της βρώσεως ουν των ειδωλοθύτων οιδαμεν οτι ουδεν ειδωλον εν κόσμω, και οτι ουδεις θεος ει μη εις. 5 και γαρ ειπερ εισιν λεγόμενοι θεοι ειτε εν ουρανω ειτε επι γης, ωσπερ εισιν θεοι πολλοι και κύριοι πολλοί, 6 αλλ’ ημιν εις θεος ο πατήρ, εξ ου τα πάντα και ημεις εις αυτόν, και εις κύριος Ιησους Χριστός, δι’ ου τα πάντα και ημεις δι’ αυτου. 7 Αλλ ουκ εν πασιν η γνωσις. τινες δε τη συνηθεία εως αρτι του ειδώλου ως ειδωλόθυτον εσθίουσιν, και η συνείδησις αυτων ασθενης ουσα μολύνεται. 8 βρωμα δε ημας ου παραστήσει τω θεω. ουτε εαν μη φάγωμεν υστερούμεθα, ουτε εαν φάγωμεν περισσεύομεν. 9 βλέπετε δε μή πως η εξουσία υμων αυτη πρόσκομμα γένηται τοις ασθενέσιν. 10 εαν γάρ τις ιδη σε τον εχοντα γνωσιν εν ειδωλείω κατακείμενον, ουχι η συνείδησις αυτου ασθενους οντος οικοδομηθήσεται εις το τα ειδωλόθυτα εσθίειν; 11 απόλλυται γαρ ο ασθενων εν τη ση γνώσει, ο αδελφος δι’ ον Χριστος απέθανεν. 12 ουτως δε αμαρτάνοντες εις τους αδελφους και τύπτοντες αυτων την συνείδησιν ασθενουσαν εις Χριστον αμαρτάνετε. 13 διόπερ ει βρωμα σκανδαλίζει τον αδελφόν μου, ου μη φάγω κρέα εις τον αιωνα, ινα μη τον αδελφόν μου σκανδαλίσω.

Κεφάλαιο 9

1 Ουκ ειμι ελεύθερος; ουκ ειμι απόστολος; ουχι Ιησουν τον κύριον ημων εώρακα; ου το εργον μου υμεις εστε εν κυρίω; 2 ει αλλοις ουκ ειμι απόστολος, αλλά γε υμιν ειμι. η γαρ σφραγίς μου της αποστολης υμεις εστε εν κυρίω. 3 Η εμη απολογία τοις εμε ανακρίνουσίν εστιν αυτη. 4 μη ουκ εχομεν εξουσίαν φαγειν και πειν; 5 μη ουκ εχομεν εξουσίαν αδελφην γυναικα περιάγειν, ως και οι λοιποι απόστολοι και οι αδελφοι του κυρίου και Κηφας; 6 η μόνος εγω και Βαρναβας ουκ εχομεν εξουσίαν μη εργάζεσθαι; 7 τίς στρατεύεται ιδίοις οψωνίοις ποτέ; τίς φυτεύει αμπελωνα και τον καρπον αυτου ουκ εσθίει; η τίς ποιμαίνει ποίμνην και εκ του γάλακτος της ποίμνης ουκ εσθίει; 8 Μη κατα ανθρωπον ταυτα λαλω, η και ο νόμος ταυτα ου λέγει; 9 εν γαρ τω Μωϋσέως νόμω γέγραπται, Ου κημώσεις βουν αλοωντα. μη των βοων μέλει τω θεω; 10 η δι’ ημας πάντως λέγει; δι’ ημας γαρ εγράφη, οτι οφείλει επ’ ελπίδι ο αροτριων αροτριαν, και ο αλοων επ’ ελπίδι του μετέχειν. 11 ει ημεις υμιν τα πνευματικα εσπείραμεν, μέγα ει ημεις υμων τα σαρκικα θερίσομεν; 12 ει αλλοι της υμων εξουσίας μετέχουσιν, ου μαλλον ημεις; Αλλ ουκ εχρησάμεθα τη εξουσία ταύτη, αλλα πάντα στέγομεν ινα μή τινα εγκοπην δωμεν τω ευαγγελίω του Χριστου. 13 ουκ οιδατε οτι οι τα ιερα εργαζόμενοι τα εκ του ιερου εσθίουσιν, οι τω θυσιαστηρίω παρεδρεύοντες τω θυσιαστηρίω συμμερίζονται; 14 ουτως και ο κύριος διέταξεν τοις το ευαγγέλιον καταγγέλλουσιν εκ του ευαγγελίου ζην. 15 εγω δε ου κέχρημαι ουδενι τούτων. ουκ εγραψα δε ταυτα ινα ουτως γένηται εν εμοί, καλον γάρ μοι μαλλον αποθανειν η,η το καύχημά μου ουδεις κενώσει. 16 εαν γαρ ευαγγελίζωμαι, ουκ εστιν μοι καύχημα. ανάγκη γάρ μοι επίκειται. ουαι γάρ μοί εστιν εαν μη ευαγγελίσωμαι. 17 ει γαρ εκων τουτο πράσσω, μισθον εχω. ει δε ακων, οικονομίαν πεπίστευμαι. 18 τίς ουν μού εστιν ο μισθός; ινα ευαγγελιζόμενος αδάπανον θήσω το ευαγγέλιον, εις το μη καταχρήσασθαι τη εξουσία μου εν τω ευαγγελίω. 19 Ελεύθερος γαρ ων εκ πάντων πασιν εμαυτον εδούλωσα, ινα τους πλείονας κερδήσω. 20 και εγενόμην τοις Ιουδαίοις ως Ιουδαιος, ινα Ιουδαίους κερδήσω. τοις υπο νόμον ως υπο νόμον, μη ων αυτος υπο νόμον, ινα τους υπο νόμον κερδήσω. 21 τοις ανόμοις ως ανομος, μη ων ανομος θεου αλλ εννομος Χριστου, ινα κερδάνω τους ανόμους. 22 εγενόμην τοις ασθενέσιν ασθενής, ινα τους ασθενεις κερδήσω. τοις πασιν γέγονα πάντα, ινα πάντως τινας σώσω. 23 πάντα δε ποιω δια το ευαγγέλιον, ινα συγκοινωνος αυτου γένωμαι. 24 Ουκ οιδατε οτι οι εν σταδίω τρέχοντες πάντες μεν τρέχουσιν, εις δε λαμβάνει το βραβειον; ουτως τρέχετε ινα καταλάβητε. 25 πας δε ο αγωνιζόμενος πάντα εγκρατεύεται, εκεινοι μεν ουν ινα φθαρτον στέφανον λάβωσιν, ημεις δε αφθαρτον. 26 εγω τοίνυν ουτως τρέχω ως ουκ αδήλως, ουτως πυκτεύω ως ουκ αέρα δέρων. 27 αλλα υπωπιάζω μου το σωμα και δουλαγωγω, μή πως αλλοις κηρύξας αυτος αδόκιμος γένωμαι.

Κεφάλαιο 10

1 Ου θέλω γαρ υμας αγνοειν, αδελφοί, οτι οι πατέρες ημων πάντες υπο την νεφέλην ησαν και πάντες δια της θαλάσσης διηλθον, 2 και πάντες εις τον Μωϋσην εβαπτίσθησαν εν τη νεφέλη και εν τη θαλάσση, 3 και πάντες το αυτο πνευματικον βρωμα εφαγον, 4 και πάντες το αυτο πνευματικον επιον πόμα. επινον γαρ εκ πνευματικης ακολουθούσης πέτρας. η πέτρα δε ην ο Χριστός. 5 αλλ ουκ εν τοις πλείοσιν αυτων ευδόκησεν ο θεός, κατεστρώθησαν γαρ εν τη ερήμω. 6 ταυτα δε τύποι ημων εγενήθησαν, εις το μη ειναι ημας επιθυμητας κακων, καθως κακεινοι επεθύμησαν. 7 μηδε ειδωλολάτραι γίνεσθε, καθώς τινες αυτων. ωσπερ γέγραπται, Εκάθισεν ο λαος φαγειν και πειν, και ανέστησαν παίζειν. 8 μηδε πορνεύωμεν, καθώς τινες αυτων επόρνευσαν, και επεσαν μια ημέρα εικοσι τρεις χιλιάδες. 9 μηδε εκπειράζωμεν τον Χριστόν, καθώς τινες αυτων επείρασαν, και υπο των οφεων απώλλυντο. 10 μηδε γογγύζετε, καθάπερ τινες αυτων εγόγγυσαν, και απώλοντο υπο του ολοθρευτου. 11 ταυτα δε τυπικως συνέβαινεν εκείνοις, εγράφη δε προς νουθεσίαν ημων, εις ους τα τέλη των αιώνων κατήντηκεν. 12 ωστε ο δοκων εστάναι βλεπέτω μη πέση. 13 πειρασμος υμας ουκ ειληφεν ει μη ανθρώπινος. πιστος δε ο θεός, ος ουκ εάσει υμας πειρασθηναι υπερ ο δύνασθε, αλλα ποιήσει συν τω πειρασμω και την εκβασιν του δύνασθαι υπενεγκειν. 14 Διόπερ, αγαπητοί μου, φεύγετε απο της ειδωλολατρίας. 15 ως φρονίμοις λέγω. κρίνατε υμεις ο φημι. 16 το ποτήριον της ευλογίας ο ευλογουμεν, ουχι κοινωνία εστιν του αιματος του Χριστου; τον αρτον ον κλωμεν, ουχι κοινωνία του σώματος του Χριστου εστιν; 17 οτι εις αρτος, εν σωμα οι πολλοί εσμεν, οι γαρ πάντες εκ του ενος αρτου μετέχομεν. 18 βλέπετε τον Ισραηλ κατα σάρκα. ουχ οι εσθίοντες τας θυσίας κοινωνοι του θυσιαστηρίου εισίν; 19 τί ουν φημι; οτι ειδωλόθυτόν τί εστιν; η οτι ειδωλόν τί εστιν; 20 αλλ οτι α θύουσιν, δαιμονίοις και ου θεω θύουσιν, ου θέλω δε υμας κοινωνους των δαιμονίων γίνεσθαι. 21 ου δύνασθε ποτήριον κυρίου πίνειν και ποτήριον δαιμονίων. ου δύνασθε τραπέζης κυρίου μετέχειν και τραπέζης δαιμονίων. 22 η παραζηλουμεν τον κύριον; μη ισχυρότεροι αυτου εσμεν; 23 Πάντα εξεστιν, αλλ ου πάντα συμφέρει. πάντα εξεστιν, αλλ ου πάντα οικοδομει. 24 μηδεις το εαυτου ζητείτω αλλα το του ετέρου. 25 Παν το εν μακέλλω πωλούμενον εσθίετε μηδεν ανακρίνοντες δια την συνείδησιν, 26 του κυρίου γαρ η γη και το πλήρωμα αυτης. 27 ει τις καλει υμας των απίστων και θέλετε πορεύεσθαι, παν το παρατιθέμενον υμιν εσθίετε μηδεν ανακρίνοντες δια την συνείδησιν. 28 εαν δέ τις υμιν ειπη, Τουτο ιερόθυτόν εστιν, μη εσθίετε δι’ εκεινον τον μηνύσαντα και την συνείδησιν,ν 29 συνείδησιν δε λέγω ουχι την εαυτου αλλα την του ετέρου. ινατί γαρ η ελευθερία μου κρίνεται υπο αλλης συνειδήσεως; 30 ει εγω χάριτι μετέχω, τί βλασφημουμαι υπερ ου εγω ευχαριστω; 31 ειτε ουν εσθίετε ειτε πίνετε ειτε τι ποιειτε, πάντα εις δόξαν θεου ποιειτε. 32 απρόσκοποι και Ιουδαίοις γίνεσθε και Ελλησιν και τη εκκλησία του θεου, 33 καθως καγω πάντα πασιν αρέσκω, μη ζητων το εμαυτου σύμφορον αλλα το των πολλων, ινα σωθωσιν.

Κεφάλαιο 11

1 μιμηταί μου γίνεσθε, καθως καγω Χριστου. 2 Επαινω δε υμας οτι πάντα μου μέμνησθε και καθως παρέδωκα υμιν τας παραδόσεις κατέχετε. 3 θέλω δε υμας ειδέναι οτι παντος ανδρος η κεφαλη ο Χριστός εστιν, κεφαλη δε γυναικος ο ανήρ, κεφαλη δε του Χριστου ο θεός. 4 πας ανηρ προσευχόμενος η προφητεύων κατα κεφαλης εχων καταισχύνει την κεφαλην αυτου. 5 πασα δε γυνη προσευχομένη η προφητεύουσα ακατακαλύπτω τη κεφαλη καταισχύνει την κεφαλην αυτης. εν γάρ εστιν και το αυτο τη εξυρημένη. 6 ει γαρ ου κατακαλύπτεται γυνή, και κειράσθω. ει δε αισχρον γυναικι το κείρασθαι η ξυρασθαι, κατακαλυπτέσθω. 7 ανηρ μεν γαρ ουκ οφείλει κατακαλύπτεσθαι την κεφαλήν, εικων και δόξα θεου υπάρχων. η γυνη δε δόξα ανδρός εστιν. 8 ου γάρ εστιν ανηρ εκ γυναικός, αλλα γυνη εξ ανδρός. 9 και γαρ ουκ εκτίσθη ανηρ δια την γυναικα, αλλα γυνη δια τον ανδρα. 10 δια τουτο οφείλει η γυνη εξουσίαν εχειν επι της κεφαλης δια τους αγγέλους. 11 πλην ουτε γυνη χωρις ανδρος ουτε ανηρ χωρις γυναικος εν κυρίω. 12 ωσπερ γαρ η γυνη εκ του ανδρός, ουτως και ο ανηρ δια της γυναικός. τα δε πάντα εκ του θεου. 13 εν υμιν αυτοις κρίνατε. πρέπον εστιν γυναικα ακατακάλυπτον τω θεω προσεύχεσθαι; 14 ουδε η φύσις αυτη διδάσκει υμας οτι ανηρ μεν εαν κομα ατιμία αυτω εστιν, 15 γυνη δε εαν κομα δόξα αυτη εστιν; οτι η κόμη αντι περιβολαίου δέδοται αυτη. 16 Ει δέ τις δοκει φιλόνεικος ειναι, ημεις τοιαύτην συνήθειαν ουκ εχομεν, ουδε αι εκκλησίαι του θεου. 17 Τουτο δε παραγγέλλων ουκ επαινω οτι ουκ εις το κρεισσον αλλα εις το ησσον συνέρχεσθε. 18 πρωτον μεν γαρ συνερχομένων υμων εν εκκλησία ακούω σχίσματα εν υμιν υπάρχειν, και μέρος τι πιστεύω. 19 δει γαρ και αιρέσεις εν υμιν ειναι, ινα και οι δόκιμοι φανεροι γένωνται εν υμιν. 20 Συνερχομένων ουν υμων επι το αυτο ουκ εστιν κυριακον δειπνον φαγειν, 21 εκαστος γαρ το ιδιον δειπνον προλαμβάνει εν τω φαγειν, και ος μεν πεινα, ος δε μεθύει. 22 μη γαρ οικίας ουκ εχετε εις το εσθίειν και πίνειν; η της εκκλησίας του θεου καταφρονειτε, και καταισχύνετε τους μη εχοντας; τί ειπω υμιν; επαινέσω υμας; εν τούτω ουκ επαινω. 23 Εγω γαρ παρέλαβον απο του κυρίου, ο και παρέδωκα υμιν, οτι ο κύριος Ιησους εν τη νυκτι η παρεδίδετο ελαβεν αρτον 24 και ευχαριστήσας εκλασεν και ειπεν, Τουτό μού εστιν το σωμα το υπερ υμων. τουτο ποιειτε εις την εμην ανάμνησιν. 25 ωσαύτως και το ποτήριον μετα το δειπνησαι, λέγων, Τουτο το ποτήριον η καινη διαθήκη εστιν εν τω εμω αιματι. τουτο ποιειτε, οσάκις εαν πίνητε, εις την εμην ανάμνησιν. 26 οσάκις γαρ εαν εσθίητε τον αρτον τουτον και το ποτήριον πίνητε, τον θάνατον του κυρίου καταγγέλλετε, αχρις ου ελθη. 27 Ωστε ος αν εσθίη τον αρτον η πίνη το ποτήριον του κυρίου αναξίως, ενοχος εσται του σώματος και του αιματος του κυρίου. 28 δοκιμαζέτω δε ανθρωπος εαυτόν, και ουτως εκ του αρτου εσθιέτω και εκ του ποτηρίου πινέτω. 29 ο γαρ εσθίων και πίνων κρίμα εαυτω εσθίει και πίνει μη διακρίνων το σωμα. 30 δια τουτο εν υμιν πολλοι ασθενεις και αρρωστοι και κοιμωνται ικανοί. 31 ει δε εαυτους διεκρίνομεν, ουκ αν εκρινόμεθα. 32 κρινόμενοι δε υπο του κυρίου παιδευόμεθα, ινα μη συν τω κόσμω κατακριθωμεν. 33 ωστε, αδελφοί μου, συνερχόμενοι εις το φαγειν αλλήλους εκδέχεσθε. 34 ει τις πεινα, εν οικω εσθιέτω, ινα μη εις κρίμα συνέρχησθε. Τα δε λοιπα ως αν ελθω διατάξομαι.

Κεφάλαιο 12

1 Περι δε των πνευματικων, αδελφοί, ου θέλω υμας αγνοειν. 2 Οιδατε οτι οτε εθνη ητε προς τα ειδωλα τα αφωνα ως αν ηγεσθε απαγόμενοι. 3 διο γνωρίζω υμιν οτι ουδεις εν πνεύματι θεου λαλων λέγει, Ανάθεμα Ιησους, και ουδεις δύναται ειπειν, Κύριος Ιησους, ει μη εν πνεύματι αγίω. 4 Διαιρέσεις δε χαρισμάτων εισίν, το δε αυτο πνευμα. 5 και διαιρέσεις διακονιων εισιν, και ο αυτος κύριος. 6 και διαιρέσεις ενεργημάτων εισίν, ο δε αυτος θεός, ο ενεργων τα πάντα εν πασιν. 7 εκάστω δε δίδοται η φανέρωσις του πνεύματος προς το συμφέρον. 8 ω μεν γαρ δια του πνεύματος δίδοται λόγος σοφίας, αλλω δε λόγος γνώσεως κατα το αυτο πνευμα, 9 ετέρω πίστις εν τω αυτω πνεύματι, αλλω δε χαρίσματα ιαμάτων εν τω ενι πνεύματι, 10 αλλω δε ενεργήματα δυνάμεων, αλλω δε προφητεία, αλλω δε διακρίσεις πνευμάτων, ετέρω γένη γλωσσων, αλλω δε ερμηνεία γλωσσων. 11 πάντα δε ταυτα ενεργει το εν και το αυτο πνευμα, διαιρουν ιδία εκάστω καθως βούλεται. 12 Καθάπερ γαρ το σωμα εν εστιν και μέλη πολλα εχει, πάντα δε τα μέλη του σώματος πολλα οντα εν εστιν σωμα, ουτως και ο Χριστός. 13 και γαρ εν ενι πνεύματι ημεις πάντες εις εν σωμα εβαπτίσθημεν, ειτε Ιουδαιοι ειτε Ελληνες, ειτε δουλοι ειτε ελεύθεροι, και πάντες εν πνευμα εποτίσθημεν. 14 και γαρ το σωμα ουκ εστιν εν μέλος αλλα πολλά. 15 εαν ειπη ο πούς, Οτι ουκ ειμι χείρ, ουκ ειμι εκ του σώματος, ου παρα τουτο ουκ εστιν εκ του σώματος. 16 και εαν ειπη το ους, Οτι ουκ ειμι οφθαλμός, ουκ ειμι εκ του σώματος, ου παρα τουτο ουκ εστιν εκ του σώματος. 17 ει ολον το σωμα οφθαλμός, που η ακοή; ει ολον ακοή, που η οσφρησις; 18 νυνι δε ο θεος εθετο τα μέλη, εν εκαστον αυτων, εν τω σώματι καθως ηθέλησεν. 19 ει δε ην τα πάντα εν μέλος, που το σωμα; 20 νυν δε πολλα μεν μέλη, εν δε σωμα. 21 ου δύναται δε ο οφθαλμος ειπειν τη χειρί, Χρείαν σου ουκ εχω, η πάλιν η κεφαλη τοις ποσίν, Χρείαν υμων ουκ εχω. 22 αλλα πολλω μαλλον τα δοκουντα μέλη του σώματος ασθενέστερα υπάρχειν αναγκαιά εστιν, 23 και α δοκουμεν ατιμότερα ειναι του σώματος, τούτοις τιμην περισσοτέραν περιτίθεμεν, και τα ασχήμονα ημων ευσχημοσύνην περισσοτέραν εχει, 24 τα δε ευσχήμονα ημων ου χρείαν εχει. αλλα ο θεος συνεκέρασεν το σωμα, τω υστερουμένω περισσοτέραν δους τιμήν, 25 ινα μη η σχίσμα εν τω σώματι, αλλα το αυτο υπερ αλλήλων μεριμνωσιν τα μέλη. 26 και ειτε πάσχει εν μέλος, συμπάσχει πάντα τα μέλη. ειτε δοξάζεται εν μέλος, συγχαίρει πάντα τα μέλη. 27 Υμεις δέ εστε σωμα Χριστου και μέλη εκ μέρους. 28 και ους μεν εθετο ο θεος εν τη εκκλησία πρωτον αποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, επειτα δυνάμεις, επειτα χαρίσματα ιαμάτων, αντιλήμψεις, κυβερνήσεις, γένη γλωσσων. 29 μη πάντες απόστολοι; μη πάντες προφηται; μη πάντες διδάσκαλοι; μη πάντες δυνάμεις; 30 μη πάντες χαρίσματα εχουσιν ιαμάτων; μη πάντες γλώσσαις λαλουσιν; μη πάντες διερμηνεύουσιν; 31 ζηλουτε δε τα χαρίσματα τα μείζονα. Και ετι καθ’ υπερβολην οδον υμιν δείκνυμι.

Κεφάλαιο 13

1 Εαν ταις γλώσσαις των ανθρώπων λαλω και των αγγέλων, αγάπην δε μη εχω, γέγονα χαλκος ηχων η κύμβαλον αλαλάζον. 2 και εαν εχω προφητείαν και ειδω τα μυστήρια πάντα και πασαν την γνωσιν, και εαν εχω πασαν την πίστιν ωστε ορη μεθιστάναι, αγάπην δε μη εχω, ουθέν ειμι. 3 καν ψωμίσω πάντα τα υπάρχοντά μου, και εαν παραδω το σωμά μου ινα καυχήσωμαι, αγάπην δε μη εχω, ουδεν ωφελουμαι. 4 Η αγάπη μακροθυμει, χρηστεύεται η αγάπη, ου ζηλοι, η αγάπη ου περπερεύεται, ου φυσιουται, 5 ουκ ασχημονει, ου ζητει τα εαυτης, ου παροξύνεται, ου λογίζεται το κακόν, 6 ου χαίρει επι τη αδικία, συγχαίρει δε τη αληθεία. 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ελπίζει, πάντα υπομένει. 8 Η αγάπη ουδέποτε πίπτει. ειτε δε προφητειαι, καταργηθήσονται. ειτε γλωσσαι, παύσονται. ειτε γνωσις, καταργηθήσεται. 9 εκ μέρους γαρ γινώσκομεν και εκ μέρους προφητεύομεν. 10 οταν δε ελθη το τέλειον, το εκ μέρους καταργηθήσεται. 11 οτε ημην νήπιος, ελάλουν ως νήπιος, εφρόνουν ως νήπιος, ελογιζόμην ως νήπιος. οτε γέγονα ανήρ, κατήργηκα τα του νηπίου. 12 βλέπομεν γαρ αρτι δι’ εσόπτρου εν αινίγματι, τότε δε πρόσωπον προς πρόσωπον. αρτι γινώσκω εκ μέρους, τότε δε επιγνώσομαι καθως και επεγνώσθην. 13 νυνι δε μένει πίστις, ελπίς, αγάπη, τα τρία ταυτα. μείζων δε τούτων η αγάπη.

Κεφάλαιο 14

1 Διώκετε την αγάπην, ζηλουτε δε τα πνευματικά, μαλλον δε ινα προφητεύητε. 2 ο γαρ λαλων γλώσση ουκ ανθρώποις λαλει αλλα θεω, ουδεις γαρ ακούει, πνεύματι δε λαλει μυστήρια. 3 ο δε προφητεύων ανθρώποις λαλει οικοδομην και παράκλησιν και παραμυθίαν. 4 ο λαλων γλώσση εαυτον οικοδομει. ο δε προφητεύων εκκλησίαν οικοδομει. 5 θέλω δε πάντας υμας λαλειν γλώσσαις, μαλλον δε ινα προφητεύητε. μείζων δε ο προφητεύων η ο λαλων γλώσσαις, εκτος ει μη διερμηνεύη, ινα η εκκλησία οικοδομην λάβη. 6 Νυν δέ, αδελφοί, εαν ελθω προς υμας γλώσσαις λαλων, τί υμας ωφελήσω, εαν μη υμιν λαλήσω η εν αποκαλύψει η εν γνώσει η εν προφητεία η εν διδαχη; 7 ομως τα αψυχα φωνην διδόντα, ειτε αυλος ειτε κιθάρα, εαν διαστολην τοις φθόγγοις μη δω, πως γνωσθήσεται το αυλούμενον η το κιθαριζόμενον; 8 και γαρ εαν αδηλον σάλπιγξ φωνην δω, τίς παρασκευάσεται εις πόλεμον; 9 ουτως και υμεις δια της γλώσσης εαν μη ευσημον λόγον δωτε, πως γνωσθήσεται το λαλούμενον; εσεσθε γαρ εις αέρα λαλουντες. 10 τοσαυτα ει τύχοι γένη φωνων εισιν εν κόσμω, και ουδεν αφωνον. 11 εαν ουν μη ειδω την δύναμιν της φωνης, εσομαι τω λαλουντι βάρβαρος και ο λαλων εν εμοι βάρβαρος. 12 ουτως και υμεις, επει ζηλωταί εστε πνευμάτων, προς την οικοδομην της εκκλησίας ζητειτε ινα περισσεύητε. 13 διο ο λαλων γλώσση προσευχέσθω ινα διερμηνεύη. 14 εαν γαρ προσεύχωμαι γλώσση, το πνευμά μου προσεύχεται, ο δε νους μου ακαρπός εστιν. 15 τί ουν εστιν; προσεύξομαι τω πνεύματι, προσεύξομαι δε και τω νοϊ. ψαλω τω πνεύματι, ψαλω δε και τω νοϊ. 16 επει εαν ευλογης εν πνεύματι, ο αναπληρων τον τόπον του ιδιώτου πως ερει το Αμήν επι τη ση ευχαριστία, επειδη τί λέγεις ουκ οιδεν; 17 συ μεν γαρ καλως ευχαριστεις, αλλ’ ο ετερος ουκ οικοδομειται. 18 ευχαριστω τω θεω, πάντων υμων μαλλον γλώσσαις λαλω. 19 αλλα εν εκκλησία θέλω πέντε λόγους τω νοϊ μου λαλησαι, ινα και αλλους κατηχήσω, η μυρίους λόγους εν γλώσση. 20 Αδελφοί, μη παιδία γίνεσθε ταις φρεσίν, αλλα τη κακία νηπιάζετε, ταις δε φρεσιν τέλειοι γίνεσθε. 21 εν τω νόμω γέγραπται οτι Εν ετερογλώσσοις και εν χείλεσιν ετέρων λαλήσω τω λαω τούτω, και ουδ ουτως εισακούσονταί μου, λέγει κύριος. 22 ωστε αι γλωσσαι εις σημειόν εισιν ου τοις πιστεύουσιν αλλα τοις απίστοις, η δε προφητεία ου τοις απίστοις αλλα τοις πιστεύουσιν. 23 Εαν ουν συνέλθη η εκκλησία ολη επι το αυτο και πάντες λαλωσιν γλώσσαις, εισέλθωσιν δε ιδιωται η απιστοι, ουκ ερουσιν οτι μαίνεσθε; 24 εαν δε πάντες προφητεύωσιν, εισέλθη δέ τις απιστος η ιδιώτης, ελέγχεται υπο πάντων, ανακρίνεται υπο πάντων, 25 τα κρυπτα της καρδίας αυτου φανερα γίνεται, και ουτως πεσων επι πρόσωπον προσκυνήσει τω θεω, απαγγέλλων οτι Οντως ο θεος εν υμιν εστιν. 26 Τί ουν εστιν, αδελφοί; οταν συνέρχησθε, εκαστος ψαλμον εχει, διδαχην εχει, αποκάλυψιν εχει, γλωσσαν εχει, ερμηνείαν εχει. πάντα προς οικοδομην γινέσθω. 27 ειτε γλώσση τις λαλει, κατα δύο η το πλειστον τρεις, και ανα μέρος, και εις διερμηνευέτω. 28 εαν δε μη η διερμηνευτής, σιγάτω εν εκκλησία, εαυτω δε λαλείτω και τω θεω. 29 προφηται δε δύο η τρεις λαλείτωσαν, και οι αλλοι διακρινέτωσαν. 30 εαν δε αλλω αποκαλυφθη καθημένω, ο πρωτος σιγάτω. 31 δύνασθε γαρ καθ’ ενα πάντες προφητεύειν, ινα πάντες μανθάνωσιν και πάντες παρακαλωνται, 32 και πνεύματα προφητων προφήταις υποτάσσεται. 33 ου γάρ εστιν ακαταστασίας ο θεος αλλα ειρήνης. Ως εν πάσαις ταις εκκλησίαις των αγίων, 34 αι γυναικες εν ταις εκκλησίαις σιγάτωσαν, ου γαρ επιτρέπεται αυταις λαλειν. αλλα υποτασσέσθωσαν, καθως και ο νόμος λέγει. 35 ει δέ τι μαθειν θέλουσιν, εν οικω τους ιδίους ανδρας επερωτάτωσαν, αισχρον γάρ εστιν γυναικι λαλειν εν εκκλησία. 36 η αφ’ υμων ο λόγος του θεου εξηλθεν, η εις υμας μόνους κατήντησεν; 37 Ει τις δοκει προφήτης ειναι η πνευματικός, επιγινωσκέτω α γράφω υμιν οτι κυρίου εστιν εντολή. 38 ει δέ τις αγνοει, αγνοειται. 39 ωστε, αδελφοί μου, ζηλουτε το προφητεύειν, και το λαλειν μη κωλύετε γλώσσαις. 40 πάντα δε ευσχημόνως και κατα τάξιν γινέσθω.

Κεφάλαιο 15

1 Γνωρίζω δε υμιν, αδελφοί, το ευαγγέλιον ο ευηγγελισάμην υμιν, ο και παρελάβετε, εν ω και εστήκατε, 2 δι’ ου και σώζεσθε, τίνι λόγω ευηγγελισάμην υμιν ει κατέχετε, εκτος ει μη εικη επιστεύσατε. 3 παρέδωκα γαρ υμιν εν πρώτοις, ο και παρέλαβον, οτι Χριστος απέθανεν υπερ των αμαρτιων ημων κατα τας γραφάς, 4 και οτι ετάφη, και οτι εγήγερται τη ημέρα τη τρίτη κατα τας γραφάς, 5 και οτι ωφθη Κηφα, ειτα τοις δώδεκα. 6 επειτα ωφθη επάνω πεντακοσίοις αδελφοις εφάπαξ, εξ ων οι πλείονες μένουσιν εως αρτι, τινες δε εκοιμήθησαν. 7 επειτα ωφθη Ιακώβω, ειτα τοις αποστόλοις πασιν. 8 εσχατον δε πάντων ωσπερει τω εκτρώματι ωφθη καμοί. 9 Εγω γάρ ειμι ο ελάχιστος των αποστόλων, ος ουκ ειμι ικανος καλεισθαι απόστολος, διότι εδίωξα την εκκλησίαν του θεου. 10 χάριτι δε θεου ειμι ο ειμι, και η χάρις αυτου η εις εμε ου κενη εγενήθη, αλλα περισσότερον αυτων πάντων εκοπίασα, ουκ εγω δε αλλα η χάρις του θεου η συν εμοί. 11 ειτε ουν εγω ειτε εκεινοι, ουτως κηρύσσομεν και ουτως επιστεύσατε. 12 Ει δε Χριστος κηρύσσεται οτι εκ νεκρων εγήγερται, πως λέγουσιν εν υμιν τινες οτι ανάστασις νεκρων ουκ εστιν; 13 ει δε ανάστασις νεκρων ουκ εστιν, ουδε Χριστος εγήγερται. 14 ει δε Χριστος ουκ εγήγερται, κενον αρα και το κήρυγμα ημων, κενη και η πίστις υμων, 15 ευρισκόμεθα δε και ψευδομάρτυρες του θεου, οτι εμαρτυρήσαμεν κατα του θεου οτι ηγειρεν τον Χριστόν, ον ουκ ηγειρεν ειπερ αρα νεκροι ουκ εγείρονται. 16 ει γαρ νεκροι ουκ εγείρονται, ουδε Χριστος εγήγερται. 17 ει δε Χριστος ουκ εγήγερται, ματαία η πίστις υμων, ετι εστε εν ταις αμαρτίαις υμων. 18 αρα και οι κοιμηθέντες εν Χριστω απώλοντο. 19 ει εν τη ζωη ταύτη εν Χριστω ηλπικότες εσμεν μόνον, ελεεινότεροι πάντων ανθρώπων εσμέν. 20 Νυνι δε Χριστος εγήγερται εκ νεκρων, απαρχη των κεκοιμημένων. 21 επειδη γαρ δι’ ανθρώπου θάνατος, και δι’ ανθρώπου ανάστασις νεκρων. 22 ωσπερ γαρ εν τω Αδαμ πάντες αποθνήσκουσιν, ουτως και εν τω Χριστω πάντες ζωοποιηθήσονται. 23 εκαστος δε εν τω ιδίω τάγματι. απαρχη Χριστός, επειτα οι του Χριστου εν τη παρουσία αυτου. 24 ειτα το τέλος, οταν παραδιδω την βασιλείαν τω θεω και πατρί, οταν καταργήση πασαν αρχην και πασαν εξουσίαν και δύναμιν. 25 δει γαρ αυτον βασιλεύειν αχρι ου θη πάντας τους εχθρους υπο τους πόδας αυτου. 26 εσχατος εχθρος καταργειται ο θάνατος. 27 πάντα γαρ υπέταξεν υπο τους πόδας αυτου. οταν δε ειπη οτι πάντα υποτέτακται, δηλον οτι εκτος του υποτάξαντος αυτω τα πάντα. 28 οταν δε υποταγη αυτω τα πάντα, τότε και αυτος ο υιος υποταγήσεται τω υποτάξαντι αυτω τα πάντα, ινα η ο θεος τα πάντα εν πασιν. 29 Επει τί ποιήσουσιν οι βαπτιζόμενοι υπερ των νεκρων; ει ολως νεκροι ουκ εγείρονται, τί και βαπτίζονται υπερ αυτων; 30 τί και ημεις κινδυνεύομεν πασαν ωραν; 31 καθ’ ημέραν αποθνήσκω, νη την υμετέραν καύχησιν, αδελφοί, ην εχω εν Χριστω Ιησου τω κυρίω ημων. 32 ει κατα ανθρωπον εθηριομάχησα εν Εφέσω, τί μοι το οφελος; ει νεκροι ουκ εγείρονται, Φάγωμεν και πίωμεν, αυριον γαρ αποθνήσκομεν. 33 μη πλανασθε. Φθείρουσιν ηθη χρηστα ομιλίαι κακαί. 34 εκνήψατε δικαίως και μη αμαρτάνετε, αγνωσίαν γαρ θεου τινες εχουσιν. προς εντροπην υμιν λαλω. 35 Αλλα ερει τις, Πως εγείρονται οι νεκροί; ποίω δε σώματι ερχονται; 36 αφρων, συ ο σπείρεις ου ζωοποιειται εαν μη αποθάνη. 37 και ο σπείρεις, ου το σωμα το γενησόμενον σπείρεις αλλα γυμνον κόκκον ει τύχοι σίτου η τινος των λοιπων. 38 ο δε θεος δίδωσιν αυτω σωμα καθως ηθέλησεν, και εκάστω των σπερμάτων ιδιον σωμα. 39 ου πασα σαρξ η αυτη σάρξ, αλλα αλλη μεν ανθρώπων, αλλη δε σαρξ κτηνων, αλλη δε σαρξ πτηνων, αλλη δε ιχθύων. 40 και σώματα επουράνια, και σώματα επίγεια. αλλα ετέρα μεν η των επουρανίων δόξα, ετέρα δε η των επιγείων. 41 αλλη δόξα ηλίου, και αλλη δόξα σελήνης, και αλλη δόξα αστέρων. αστηρ γαρ αστέρος διαφέρει εν δόξη. 42 Ουτως και η ανάστασις των νεκρων. σπείρεται εν φθορα, εγείρεται εν αφθαρσία. 43 σπείρεται εν ατιμία, εγείρεται εν δόξη. σπείρεται εν ασθενεία, εγείρεται εν δυνάμει. 44 σπείρεται σωμα ψυχικόν, εγείρεται σωμα πνευματικόν. ει εστιν σωμα ψυχικόν, εστιν και πνευματικόν. 45 ουτως και γέγραπται, Εγένετο ο πρωτος ανθρωπος Αδαμ εις ψυχην ζωσαν. ο εσχατος Αδαμ εις πνευμα ζωοποιουν. 46 αλλ ου πρωτον το πνευματικον αλλα το ψυχικόν, επειτα το πνευματικόν. 47 ο πρωτος ανθρωπος εκ γης χοϊκός, ο δεύτερος ανθρωπος εξ ουρανου. 48 οιος ο χοϊκός, τοιουτοι και οι χοϊκοί, και οιος ο επουράνιος, τοιουτοι και οι επουράνιοι. 49 και καθως εφορέσαμεν την εικόνα του χοϊκου, φορέσομεν και την εικόνα του επουρανίου. 50 Τουτο δέ φημι, αδελφοί, οτι σαρξ και αιμα βασιλείαν θεου κληρονομησαι ου δύναται, ουδε η φθορα την αφθαρσίαν κληρονομει. 51 ιδου μυστήριον υμιν λέγω. πάντες ου κοιμηθησόμεθα, πάντες δε αλλαγησόμεθα, 52 εν ατόμω, εν ριπη οφθαλμου, εν τη εσχάτη σάλπιγγι. σαλπίσει γάρ, και οι νεκροι εγερθήσονται αφθαρτοι, και ημεις αλλαγησόμεθα. 53 δει γαρ το φθαρτον τουτο ενδύσασθαι αφθαρσίαν και το θνητον τουτο ενδύσασθαι αθανασίαν. 54 οταν δε το φθαρτον τουτο ενδύσηται αφθαρσίαν και το θνητον τουτο ενδύσηται αθανασίαν, τότε γενήσεται ο λόγος ο γεγραμμένος, Κατεπόθη ο θάνατος εις νικος. 55 που σου, θάνατε, το νικος; που σου, θάνατε, το κέντρον; 56 το δε κέντρον του θανάτου η αμαρτία, η δε δύναμις της αμαρτίας ο νόμος. 57 τω δε θεω χάρις τω διδόντι ημιν το νικος δια του κυρίου ημων Ιησου Χριστου. 58 Ωστε, αδελφοί μου αγαπητοί, εδραιοι γίνεσθε, αμετακίνητοι, περισσεύοντες εν τω εργω του κυρίου πάντοτε, ειδότες οτι ο κόπος υμων ουκ εστιν κενος εν κυρίω.

Κεφάλαιο 16

1 Περι δε της λογείας της εις τους αγίους, ωσπερ διέταξα ταις εκκλησίαις της Γαλατίας, ουτως και υμεις ποιήσατε. 2 κατα μίαν σαββάτου εκαστος υμων παρ’ εαυτω τιθέτω θησαυρίζων ο τι εαν ευοδωται, ινα μη οταν ελθω τότε λογειαι γίνωνται. 3 οταν δε παραγένωμαι, ους εαν δοκιμάσητε, δι’ επιστολων τούτους πέμψω απενεγκειν την χάριν υμων εις Ιερουσαλήμ. 4 εαν δε αξιον η του καμε πορεύεσθαι, συν εμοι πορεύσονται. 5 Ελεύσομαι δε προς υμας οταν Μακεδονίαν διέλθω, Μακεδονίαν γαρ διέρχομαι. 6 προς υμας δε τυχον παραμενω η και παραχειμάσω, ινα υμεις με προπέμψητε ου εαν πορεύωμαι. 7 ου θέλω γαρ υμας αρτι εν παρόδω ιδειν, ελπίζω γαρ χρόνον τινα επιμειναι προς υμας, εαν ο κύριος επιτρέψη. 8 επιμενω δε εν Εφέσω εως της πεντηκοστης. 9 θύρα γάρ μοι ανέωγεν μεγάλη και ενεργής, και αντικείμενοι πολλοί. 10 Εαν δε ελθη Τιμόθεος, βλέπετε ινα αφόβως γένηται προς υμας, το γαρ εργον κυρίου εργάζεται ως καγώ. 11 μή τις ουν αυτον εξουθενήση. προπέμψατε δε αυτον εν ειρήνη, ινα ελθη πρός με, εκδέχομαι γαρ αυτον μετα των αδελφων. 12 Περι δε Απολλω του αδελφου, πολλα παρεκάλεσα αυτον ινα ελθη προς υμας μετα των αδελφων. και πάντως ουκ ην θέλημα ινα νυν ελθη, ελεύσεται δε οταν ευκαιρήση. 13 Γρηγορειτε, στήκετε εν τη πίστει, ανδρίζεσθε, κραταιουσθε. 14 πάντα υμων εν αγάπη γινέσθω. 15 Παρακαλω δε υμας, αδελφοί. οιδατε την οικίαν Στεφανα, οτι εστιν απαρχη της Αχαϊας και εις διακονίαν τοις αγίοις εταξαν εαυτούς. 16 ινα και υμεις υποτάσσησθε τοις τοιούτοις και παντι τω συνεργουντι και κοπιωντι. 17 χαίρω δε επι τη παρουσία Στεφανα και Φορτουνάτου και Αχαϊκου, οτι το υμέτερον υστέρημα ουτοι ανεπλήρωσαν, 18 ανέπαυσαν γαρ το εμον πνευμα και το υμων. επιγινώσκετε ουν τους τοιούτους. 19 Ασπάζονται υμας αι εκκλησίαι της Ασίας. ασπάζεται υμας εν κυρίω πολλα Ακύλας και Πρίσκα συν τη κατ’ οικον αυτων εκκλησία. 20 ασπάζονται υμας οι αδελφοι πάντες. Ασπάσασθε αλλήλους εν φιλήματι αγίω. 21 Ο ασπασμος τη εμη χειρι Παύλου. 22 ει τις ου φιλει τον κύριον, ητω ανάθεμα. Μαρανα θα. 23 η χάρις του κυρίου Ιησου μεθ’ υμων. 24 η αγάπη μου μετα πάντων υμων εν Χριστω Ιησου.

Β’ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ

Κεφάλαιο 1

1 Παυλος απόστολος Χριστου Ιησου δια θελήματος θεου, και Τιμόθεος ο αδελφός, τη εκκλησία του θεου τη ουση εν Κορίνθω, συν τοις αγίοις πασιν τοις ουσιν εν ολη τη Αχαϊα. 2 χάρις υμιν και ειρήνη απο θεου πατρος ημων και κυρίου Ιησου Χριστου. 3 Ευλογητος ο θεος και πατηρ του κυρίου ημων Ιησου Χριστου, ο πατηρ των οικτιρμων και θεος πάσης παρακλήσεως, 4 ο παρακαλων ημας επι πάση τη θλίψει ημων, εις το δύνασθαι ημας παρακαλειν τους εν πάση θλίψει δια της παρακλήσεως ης παρακαλούμεθα αυτοι υπο του θεου. 5 οτι καθως περισσεύει τα παθήματα του Χριστου εις ημας, ουτως δια του Χριστου περισσεύει και η παράκλησις ημων. 6 ειτε δε θλιβόμεθα, υπερ της υμων παρακλήσεως και σωτηρίας. ειτε παρακαλούμεθα, υπερ της υμων παρακλήσεως της ενεργουμένης εν υπομονη των αυτων παθημάτων ων και ημεις πάσχομεν. 7 και η ελπις ημων βεβαία υπερ υμων, ειδότες οτι ως κοινωνοί εστε των παθημάτων, ουτως και της παρακλήσεως. 8 Ου γαρ θέλομεν υμας αγνοειν, αδελφοί, υπερ της θλίψεως ημων της γενομένης εν τη Ασία, οτι καθ’ υπερβολην υπερ δύναμιν εβαρήθημεν, ωστε εξαπορηθηναι ημας και του ζην. 9 αλλα αυτοι εν εαυτοις το απόκριμα του θανάτου εσχήκαμεν, ινα μη πεποιθότες ωμεν εφ’ εαυτοις αλλ’ επι τω θεω τω εγείροντι τους νεκρούς. 10 ος εκ τηλικούτου θανάτου ερρύσατο ημας και ρύσεται, εις ον ηλπίκαμεν οτι και ετι ρύσεται, 11 συνυπουργούντων και υμων υπερ ημων τη δεήσει, ινα εκ πολλων προσώπων το εις ημας χάρισμα δια πολλων ευχαριστηθη υπερ ημων. 12 Η γαρ καύχησις ημων αυτη εστίν, το μαρτύριον της συνειδήσεως ημων, οτι εν απλότητι και ειλικρινεία του θεου, και ουκ εν σοφία σαρκικη αλλ’ εν χάριτι θεου, ανεστράφημεν εν τω κόσμω, περισσοτέρως δε προς υμας. 13 ου γαρ αλλα γράφομεν υμιν αλλ η α αναγινώσκετε η και επιγινώσκετε, ελπίζω δε οτι εως τέλους επιγνώσεσθε, 14 καθως και επέγνωτε ημας απο μέρους, οτι καύχημα υμων εσμεν καθάπερ και υμεις ημων εν τη ημέρα του κυρίου ημων Ιησου. 15 Και ταύτη τη πεποιθήσει εβουλόμην πρότερον προς υμας ελθειν, ινα δευτέραν χάριν σχητε, 16 και δι’ υμων διελθειν εις Μακεδονίαν, και πάλιν απο Μακεδονίας ελθειν προς υμας και υφ’ υμων προπεμφθηναι εις την Ιουδαίαν. 17 τουτο ουν βουλόμενος μήτι αρα τη ελαφρία εχρησάμην; η α βουλεύομαι κατα σάρκα βουλεύομαι, ινα η παρ’ εμοι το Ναι ναι και το Ου ου; 18 πιστος δε ο θεος οτι ο λόγος ημων ο προς υμας ουκ εστιν Ναι και Ου. 19 ο του θεου γαρ υιος Ιησους Χριστος ο εν υμιν δι’ ημων κηρυχθείς, δι’ εμου και Σιλουανου και Τιμοθέου, ουκ εγένετο Ναι και Ου, αλλα Ναι εν αυτω γέγονεν. 20 οσαι γαρ επαγγελίαι θεου, εν αυτω το Ναί. διο και δι’ αυτου το Αμην τω θεω προς δόξαν δι’ ημων. 21 ο δε βεβαιων ημας συν υμιν εις Χριστον και χρίσας ημας θεός, 22 ο και σφραγισάμενος ημας και δους τον αρραβωνα του πνεύματος εν ταις καρδίαις ημων. 23 Εγω δε μάρτυρα τον θεον επικαλουμαι επι την εμην ψυχήν, οτι φειδόμενος υμων ουκέτι ηλθον εις Κόρινθον. 24 ουχ οτι κυριεύομεν υμων της πίστεως, αλλα συνεργοί εσμεν της χαρας υμων, τη γαρ πίστει εστήκατε.

Κεφάλαιο 2

1 εκρινα γαρ εμαυτω τουτο, το μη πάλιν εν λύπη προς υμας ελθειν. 2 ει γαρ εγω λυπω υμας, και τίς ο ευφραίνων με ει μη ο λυπούμενος εξ εμου; 3 και εγραψα τουτο αυτο ινα μη ελθων λύπην σχω αφ’ ων εδει με χαίρειν, πεποιθως επι πάντας υμας οτι η εμη χαρα πάντων υμων εστιν. 4 εκ γαρ πολλης θλίψεως και συνοχης καρδίας εγραψα υμιν δια πολλων δακρύων, ουχ ινα λυπηθητε αλλα την αγάπην ινα γνωτε ην εχω περισσοτέρως εις υμας. 5 Ει δέ τις λελύπηκεν, ουκ εμε λελύπηκεν, αλλα απο μέρους, ινα μη επιβαρω, πάντας υμας. 6 ικανον τω τοιούτω η επιτιμία αυτη η υπο των πλειόνων, 7 ωστε τουναντίον μαλλον υμας χαρίσασθαι και παρακαλέσαι, μή πως τη περισσοτέρα λύπη καταποθη ο τοιουτος. 8 διο παρακαλω υμας κυρωσαι εις αυτον αγάπην. 9 εις τουτο γαρ και εγραψα ινα γνω την δοκιμην υμων, ει εις πάντα υπήκοοί εστε. 10 ω δέ τι χαρίζεσθε, καγώ. και γαρ εγω ο κεχάρισμαι, ει τι κεχάρισμαι, δι’ υμας εν προσώπω Χριστου, 11 ινα μη πλεονεκτηθωμεν υπο του Σατανα, ου γαρ αυτου τα νοήματα αγνοουμεν. 12 Ελθων δε εις την Τρωάδα εις το ευαγγέλιον του Χριστου, και θύρας μοι ανεωγμένης εν κυρίω, 13 ουκ εσχηκα ανεσιν τω πνεύματί μου τω μη ευρειν με Τίτον τον αδελφόν μου, αλλα αποταξάμενος αυτοις εξηλθον εις Μακεδονίαν. 14 Τω δε θεω χάρις τω πάντοτε θριαμβεύοντι ημας εν τω Χριστω και την οσμην της γνώσεως αυτου φανερουντι δι’ ημων εν παντι τόπω. 15 οτι Χριστου ευωδία εσμεν τω θεω εν τοις σωζομένοις και εν τοις απολλυμένοις, 16 οις μεν οσμη εκ θανάτου εις θάνατον, οις δε οσμη εκ ζωης εις ζωήν. και προς ταυτα τίς ικανός; 17 ου γάρ εσμεν ως οι πολλοι καπηλεύοντες τον λόγον του θεου, αλλ’ ως εξ ειλικρινείας, αλλ’ ως εκ θεου κατέναντι θεου εν Χριστω λαλουμεν.

Κεφάλαιο 3

1 Αρχόμεθα πάλιν εαυτους συνιστάνειν; η μη χρήζομεν ως τινες συστατικων επιστολων προς υμας η εξ υμων; 2 η επιστολη ημων υμεις εστε, εγγεγραμμένη εν ταις καρδίαις ημων, γινωσκομένη και αναγινωσκομένη υπο πάντων ανθρώπων. 3 φανερούμενοι οτι εστε επιστολη Χριστου διακονηθεισα υφ’ ημων, εγγεγραμμένη ου μέλανι αλλα πνεύματι θεου ζωντος, ουκ εν πλαξιν λιθίναις αλλ’ εν πλαξιν καρδίαις σαρκίναις. 4 Πεποίθησιν δε τοιαύτην εχομεν δια του Χριστου προς τον θεόν. 5 ουχ οτι αφ’ εαυτων ικανοί εσμεν λογίσασθαί τι ως εξ εαυτων, αλλ’ η ικανότης ημων εκ του θεου, 6 ος και ικάνωσεν ημας διακόνους καινης διαθήκης, ου γράμματος αλλα πνεύματος. το γαρ γράμμα αποκτέννει, το δε πνευμα ζωοποιει. 7 Ει δε η διακονία του θανάτου εν γράμμασιν εντετυπωμένη λίθοις εγενήθη εν δόξη, ωστε μη δύνασθαι ατενίσαι τους υιους Ισραηλ εις το πρόσωπον Μωϋσέως δια την δόξαν του προσώπου αυτου την καταργουμένην, 8 πως ουχι μαλλον η διακονία του πνεύματος εσται εν δόξη; 9 ει γαρ τη διακονία της κατακρίσεως δόξα, πολλω μαλλον περισσεύει η διακονία της δικαιοσύνης δόξη. 10 και γαρ ου δεδόξασται το δεδοξασμένον εν τούτω τω μέρει εινεκεν της υπερβαλλούσης δόξης. 11 ει γαρ το καταργούμενον δια δόξης, πολλω μαλλον το μένον εν δόξη. 12 Εχοντες ουν τοιαύτην ελπίδα πολλη παρρησία χρώμεθα, 13 και ου καθάπερ Μωϋσης ετίθει κάλυμμα επι το πρόσωπον αυτου, προς το μη ατενίσαι τους υιους Ισραηλ εις το τέλος του καταργουμένου. 14 αλλα επωρώθη τα νοήματα αυτων. αχρι γαρ της σήμερον ημέρας το αυτο κάλυμμα επι τη αναγνώσει της παλαιας διαθήκης μένει μη ανακαλυπτόμενον, οτι εν Χριστω καταργειται. 15 αλλ εως σήμερον ηνίκα αν αναγινώσκηται Μωϋσης κάλυμμα επι την καρδίαν αυτων κειται. 16 ηνίκα δε εαν επιστρέψη προς κύριον, περιαιρειται το κάλυμμα. 17 ο δε κύριος το πνευμά εστιν. ου δε το πνευμα κυρίου, ελευθερία. 18 ημεις δε πάντες ανακεκαλυμμένω προσώπω την δόξαν κυρίου κατοπτριζόμενοι την αυτην εικόνα μεταμορφούμεθα απο δόξης εις δόξαν, καθάπερ απο κυρίου πνεύματος.

Κεφάλαιο 4

1 Δια τουτο, εχοντες την διακονίαν ταύτην, καθως ηλεήθημεν, ουκ εγκακουμεν, 2 αλλα απειπάμεθα τα κρυπτα της αισχύνης, μη περιπατουντες εν πανουργία μηδε δολουντες τον λόγον του θεου, αλλα τη φανερώσει της αληθείας συνιστάνοντες εαυτους προς πασαν συνείδησιν ανθρώπων ενώπιον του θεου. 3 ει δε και εστιν κεκαλυμμένον το ευαγγέλιον ημων, εν τοις απολλυμένοις εστιν κεκαλυμμένον, 4 εν οις ο θεος του αιωνος τούτου ετύφλωσεν τα νοήματα των απίστων εις το μη αυγάσαι τον φωτισμον του ευαγγελίου της δόξης του Χριστου, ος εστιν εικων του θεου. 5 ου γαρ εαυτους κηρύσσομεν αλλα Ιησουν Χριστον κύριον, εαυτους δε δούλους υμων δια Ιησουν. 6 οτι ο θεος ο ειπών, Εκ σκότους φως λάμψει, ος ελαμψεν εν ταις καρδίαις ημων προς φωτισμον της γνώσεως της δόξης του θεου εν προσώπω Ιησου Χριστου. 7 Εχομεν δε τον θησαυρον τουτον εν οστρακίνοις σκεύεσιν, ινα η υπερβολη της δυνάμεως η του θεου και μη εξ ημων. 8 εν παντι θλιβόμενοι αλλ ου στενοχωρούμενοι, απορούμενοι αλλ ουκ εξαπορούμενοι, 9 διωκόμενοι αλλ ουκ εγκαταλειπόμενοι, καταβαλλόμενοι αλλ ουκ απολλύμενοι, 10 πάντοτε την νέκρωσιν του Ιησου εν τω σώματι περιφέροντες, ινα και η ζωη του Ιησου εν τω σώματι ημων φανερωθη. 11 αει γαρ ημεις οι ζωντες εις θάνατον παραδιδόμεθα δια Ιησουν, ινα και η ζωη του Ιησου φανερωθη εν τη θνητη σαρκι ημων. 12 ωστε ο θάνατος εν ημιν ενεργειται, η δε ζωη εν υμιν. 13 εχοντες δε το αυτο πνευμα της πίστεως, κατα το γεγραμμένον, Επίστευσα, διο ελάλησα, και ημεις πιστεύομεν, διο και λαλουμεν, 14 ειδότες οτι ο εγείρας τον κύριον Ιησουν και ημας συν Ιησου εγερει και παραστήσει συν υμιν. 15 τα γαρ πάντα δι’ υμας, ινα η χάρις πλεονάσασα δια των πλειόνων την ευχαριστίαν περισσεύση εις την δόξαν του θεου. 16 Διο ουκ εγκακουμεν, αλλ ει και ο εξω ημων ανθρωπος διαφθείρεται, αλλ’ ο εσω ημων ανακαινουται ημέρα και ημέρα. 17 το γαρ παραυτίκα ελαφρον της θλίψεως ημων καθ’ υπερβολην εις υπερβολην αιώνιον βάρος δόξης κατεργάζεται ημιν, 18 μη σκοπούντων ημων τα βλεπόμενα αλλα τα μη βλεπόμενα. τα γαρ βλεπόμενα πρόσκαιρα, τα δε μη βλεπόμενα αιώνια.

Κεφάλαιο 5

1 Οιδαμεν γαρ οτι εαν η επίγειος ημων οικία του σκήνους καταλυθη, οικοδομην εκ θεου εχομεν οικίαν αχειροποίητον αιώνιον εν τοις ουρανοις. 2 και γαρ εν τούτω στενάζομεν, το οικητήριον ημων το εξ ουρανου επενδύσασθαι επιποθουντες, 3 ει γε και ενδυσάμενοι ου γυμνοι ευρεθησόμεθα. 4 και γαρ οι οντες εν τω σκήνει στενάζομεν βαρούμενοι, εφ’ ω ου θέλομεν εκδύσασθαι αλλ’ επενδύσασθαι, ινα καταποθη το θνητον υπο της ζωης. 5 ο δε κατεργασάμενος ημας εις αυτο τουτο θεός, ο δους ημιν τον αρραβωνα του πνεύματος. 6 Θαρρουντες ουν πάντοτε και ειδότες οτι ενδημουντες εν τω σώματι εκδημουμεν απο του κυρίου, 7 δια πίστεως γαρ περιπατουμεν ου δια ειδους,ς 8 θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σώματος και ενδημησαι προς τον κύριον. 9 διο και φιλοτιμούμεθα, ειτε ενδημουντες ειτε εκδημουντες, ευάρεστοι αυτω ειναι. 10 τους γαρ πάντας ημας φανερωθηναι δει εμπροσθεν του βήματος του Χριστου, ινα κομίσηται εκαστος τα δια του σώματος προς α επραξεν, ειτε αγαθον ειτε φαυλον. 11 Ειδότες ουν τον φόβον του κυρίου ανθρώπους πείθομεν, θεω δε πεφανερώμεθα. ελπίζω δε και εν ταις συνειδήσεσιν υμων πεφανερωσθαι. 12 ου πάλιν εαυτους συνιστάνομεν υμιν, αλλα αφορμην διδόντες υμιν καυχήματος υπερ ημων, ινα εχητε προς τους εν προσώπω καυχωμένους και μη εν καρδία. 13 ειτε γαρ εξέστημεν, θεω. ειτε σωφρονουμεν, υμιν. 14 η γαρ αγάπη του Χριστου συνέχει ημας, κρίναντας τουτο, οτι εις υπερ πάντων απέθανεν. αρα οι πάντες απέθανον. 15 και υπερ πάντων απέθανεν ινα οι ζωντες μηκέτι εαυτοις ζωσιν αλλα τω υπερ αυτων αποθανόντι και εγερθέντι. 16 Ωστε ημεις απο του νυν ουδένα οιδαμεν κατα σάρκα. ει και εγνώκαμεν κατα σάρκα Χριστόν, αλλα νυν ουκέτι γινώσκομεν. 17 ωστε ει τις εν Χριστω, καινη κτίσις. τα αρχαια παρηλθεν, ιδου γέγονεν καινά. 18 τα δε πάντα εκ του θεου του καταλλάξαντος ημας εαυτω δια Χριστου και δόντος ημιν την διακονίαν της καταλλαγης, 19 ως οτι θεος ην εν Χριστω κόσμον καταλλάσσων εαυτω, μη λογιζόμενος αυτοις τα παραπτώματα αυτων, και θέμενος εν ημιν τον λόγον της καταλλαγης. 20 υπερ Χριστου ουν πρεσβεύομεν ως του θεου παρακαλουντος δι’ ημων. δεόμεθα υπερ Χριστου, καταλλάγητε τω θεω. 21 τον μη γνόντα αμαρτίαν υπερ ημων αμαρτίαν εποίησεν, ινα ημεις γενώμεθα δικαιοσύνη θεου εν αυτω.

Κεφάλαιο 6

1 Συνεργουντες δε και παρακαλουμεν μη εις κενον την χάριν του θεου δέξασθαι υμας,ς 2 λέγει γάρ, Καιρω δεκτω επήκουσά σου και εν ημέρα σωτηρίας εβοήθησά σοι. ιδου νυν καιρος ευπρόσδεκτος, ιδου νυν ημέρα σωτηρίας,ς 3 μηδεμίαν εν μηδενι διδόντες προσκοπήν, ινα μη μωμηθη η διακονία, 4 αλλ’ εν παντι συνίσταντες εαυτους ως θεου διάκονοι, εν υπομονη πολλη, εν θλίψεσιν, εν ανάγκαις, εν στενοχωρίαις, 5 εν πληγαις, εν φυλακαις, εν ακαταστασίαις, εν κόποις, εν αγρυπνίαις, εν νηστείαις, 6 εν αγνότητι, εν γνώσει, εν μακροθυμία, εν χρηστότητι, εν πνεύματι αγίω, εν αγάπη ανυποκρίτω, 7 εν λόγω αληθείας, εν δυνάμει θεου. δια των οπλων της δικαιοσύνης των δεξιων και αριστερων, 8 δια δόξης και ατιμίας, δια δυσφημίας και ευφημίας. ως πλάνοι και αληθεις, 9 ως αγνοούμενοι και επιγινωσκόμενοι, ως αποθνήσκοντες και ιδου ζωμεν, ως παιδευόμενοι και μη θανατούμενοι, 10 ως λυπούμενοι αει δε χαίροντες, ως πτωχοι πολλους δε πλουτίζοντες, ως μηδεν εχοντες και πάντα κατέχοντες. 11 Το στόμα ημων ανέωγεν προς υμας, Κορίνθιοι, η καρδία ημων πεπλάτυνται. 12 ου στενοχωρεισθε εν ημιν, στενοχωρεισθε δε εν τοις σπλάγχνοις υμων. 13 την δε αυτην αντιμισθίαν, ως τέκνοις λέγω, πλατύνθητε και υμεις. 14 Μη γίνεσθε ετεροζυγουντες απίστοις. τίς γαρ μετοχη δικαιοσύνη και ανομία; η τίς κοινωνία φωτι προς σκότος; 15 τίς δε συμφώνησις Χριστου προς Βελιάρ, η τίς μερις πιστω μετα απίστου; 16 τίς δε συγκατάθεσις ναω θεου μετα ειδώλων; ημεις γαρ ναος θεου εσμεν ζωντος. καθως ειπεν ο θεος οτι Ενοικήσω εν αυτοις και εμπεριπατήσω, και εσομαι αυτων θεός, και αυτοι εσονταί μου λαός. 17 διο εξέλθατε εκ μέσου αυτων και αφορίσθητε, λέγει κύριος, και ακαθάρτου μη απτεσθε. καγω εισδέξομαι υμας, 18 και εσομαι υμιν εις πατέρα, και υμεις εσεσθέ μοι εις υιους και θυγατέρας, λέγει κύριος παντοκράτωρ.

Κεφάλαιο 7

1 ταύτας ουν εχοντες τας επαγγελίας, αγαπητοί, καθαρίσωμεν εαυτους απο παντος μολυσμου σαρκος και πνεύματος, επιτελουντες αγιωσύνην εν φόβω θεου. 2 Χωρήσατε ημας. ουδένα ηδικήσαμεν, ουδένα εφθείραμεν, ουδένα επλεονεκτήσαμεν. 3 προς κατάκρισιν ου λέγω, προείρηκα γαρ οτι εν ταις καρδίαις ημων εστε εις το συναποθανειν και συζην. 4 πολλή μοι παρρησία προς υμας, πολλή μοι καύχησις υπερ υμων. πεπλήρωμαι τη παρακλήσει, υπερπερισσεύομαι τη χαρα επι πάση τη θλίψει ημων. 5 Και γαρ ελθόντων ημων εις Μακεδονίαν ουδεμίαν εσχηκεν ανεσιν η σαρξ ημων, αλλ’ εν παντι θλιβόμενοι,ι εξωθεν μάχαι, εσωθεν φόβοι. 6 αλλ’ ο παρακαλων τους ταπεινους παρεκάλεσεν ημας ο θεος εν τη παρουσία Τίτου. 7 ου μόνον δε εν τη παρουσία αυτου αλλα και εν τη παρακλήσει η παρεκλήθη εφ’ υμιν, αναγγέλλων ημιν την υμων επιπόθησιν, τον υμων οδυρμόν, τον υμων ζηλον υπερ εμου, ωστε με μαλλον χαρηναι. 8 οτι ει και ελύπησα υμας εν τη επιστολη, ου μεταμέλομαι. ει και μετεμελόμην (βλέπω γαρ οτι η επιστολη εκείνη ει και προς ωραν ελύπησεν υμας), 9 νυν χαίρω, ουχ οτι ελυπήθητε, αλλ οτι ελυπήθητε εις μετάνοιαν. ελυπήθητε γαρ κατα θεόν, ινα εν μηδενι ζημιωθητε εξ ημων. 10 η γαρ κατα θεον λύπη μετάνοιαν εις σωτηρίαν αμεταμέλητον εργάζεται. η δε του κόσμου λύπη θάνατον κατεργάζεται. 11 ιδου γαρ αυτο τουτο το κατα θεον λυπηθηναι πόσην κατειργάσατο υμιν σπουδήν, αλλα απολογίαν, αλλα αγανάκτησιν, αλλα φόβον, αλλα επιπόθησιν, αλλα ζηλον, αλλα εκδίκησιν. εν παντι συνεστήσατε εαυτους αγνους ειναι τω πράγματι. 12 αρα ει και εγραψα υμιν, ουχ ενεκεν του αδικήσαντος, ουδε ενεκεν του αδικηθέντος, αλλ ενεκεν του φανερωθηναι την σπουδην υμων την υπερ ημων προς υμας ενώπιον του θεου. 13 δια τουτο παρακεκλήμεθα. Επι δε τη παρακλήσει ημων περισσοτέρως μαλλον εχάρημεν επι τη χαρα Τίτου, οτι αναπέπαυται το πνευμα αυτου απο πάντων υμων. 14 οτι ει τι αυτω υπερ υμων κεκαύχημαι ου κατησχύνθην, αλλ’ ως πάντα εν αληθεία ελαλήσαμεν υμιν, ουτως και η καύχησις ημων η επι Τίτου αλήθεια εγενήθη. 15 και τα σπλάγχνα αυτου περισσοτέρως εις υμας εστιν αναμιμνησκομένου την πάντων υμων υπακοήν, ως μετα φόβου και τρόμου εδέξασθε αυτόν. 16 χαίρω οτι εν παντι θαρρω εν υμιν.

Κεφάλαιο 8

1 Γνωρίζομεν δε υμιν, αδελφοί, την χάριν του θεου την δεδομένην εν ταις εκκλησίαις της Μακεδονίας, 2 οτι εν πολλη δοκιμη θλίψεως η περισσεία της χαρας αυτων και η κατα βάθους πτωχεία αυτων επερίσσευσεν εις το πλουτος της απλότητος αυτων. 3 οτι κατα δύναμιν, μαρτυρω, και παρα δύναμιν, αυθαίρετοι 4 μετα πολλης παρακλήσεως δεόμενοι ημων την χάριν και την κοινωνίαν της διακονίας της εις τους αγίους,ς 5 και ου καθως ηλπίσαμεν αλλ’ εαυτους εδωκαν πρωτον τω κυρίω και ημιν δια θελήματος θεου, 6 εις το παρακαλέσαι ημας Τίτον ινα καθως προενήρξατο ουτως και επιτελέση εις υμας και την χάριν ταύτην. 7 αλλ ωσπερ εν παντι περισσεύετε, πίστει και λόγω και γνώσει και πάση σπουδη και τη εξ ημων εν υμιν αγάπη, ινα και εν ταύτη τη χάριτι περισσεύητε. 8 Ου κατ’ επιταγην λέγω, αλλα δια της ετέρων σπουδης και το της υμετέρας αγάπης γνήσιον δοκιμάζων. 9 γινώσκετε γαρ την χάριν του κυρίου ημων Ιησου Χριστου, οτι δι’ υμας επτώχευσεν πλούσιος ων, ινα υμεις τη εκείνου πτωχεία πλουτήσητε. 10 και γνώμην εν τούτω δίδωμι. τουτο γαρ υμιν συμφέρει, οιτινες ου μόνον το ποιησαι αλλα και το θέλειν προενήρξασθε απο πέρυσι. 11 νυνι δε και το ποιησαι επιτελέσατε, οπως καθάπερ η προθυμία του θέλειν ουτως και το επιτελέσαι εκ του εχειν. 12 ει γαρ η προθυμία πρόκειται, καθο εαν εχη ευπρόσδεκτος, ου καθο ουκ εχει. 13 ου γαρ ινα αλλοις ανεσις, υμιν θλιψις. αλλ’ εξ ισότητος 14 εν τω νυν καιρω το υμων περίσσευμα εις το εκείνων υστέρημα, ινα και το εκείνων περίσσευμα γένηται εις το υμων υστέρημα, οπως γένηται ισότης. 15 καθως γέγραπται, Ο το πολυ ουκ επλεόνασεν, και ο το ολίγον ουκ ηλαττόνησεν. 16 Χάρις δε τω θεω τω δόντι την αυτην σπουδην υπερ υμων εν τη καρδία Τίτου, 17 οτι την μεν παράκλησιν εδέξατο, σπουδαιότερος δε υπάρχων αυθαίρετος εξηλθεν προς υμας. 18 συνεπέμψαμεν δε μετ’ αυτου τον αδελφον ου ο επαινος εν τω ευαγγελίω δια πασων των εκκλησιων 19 , ου μόνον δε αλλα και χειροτονηθεις υπο των εκκλησιων συνέκδημος ημων συν τη χάριτι ταύτη τη διακονουμένη υφ’ ημων προς την αυτου του κυρίου δόξαν και προθυμίαν ημων,ν 20 στελλόμενοι τουτο μή τις ημας μωμήσηται εν τη αδρότητι ταύτη τη διακονουμένη υφ’ ημων. 21 προνοουμεν γαρ καλα ου μόνον ενώπιον κυρίου αλλα και ενώπιον ανθρώπων. 22 συνεπέμψαμεν δε αυτοις τον αδελφον ημων ον εδοκιμάσαμεν εν πολλοις πολλάκις σπουδαιον οντα, νυνι δε πολυ σπουδαιότερον πεποιθήσει πολλη τη εις υμας. 23 ειτε υπερ Τίτου, κοινωνος εμος και εις υμας συνεργός. ειτε αδελφοι ημων, απόστολοι εκκλησιων, δόξα Χριστου. 24 την ουν ενδειξιν της αγάπης υμων και ημων καυχήσεως υπερ υμων εις αυτους ενδεικνύμενοι εις πρόσωπον των εκκλησιων.

Κεφάλαιο 9

Περι μεν γαρ της διακονίας της εις τους αγίους περισσόν μοί εστιν το γράφειν υμιν, 2 οιδα γαρ την προθυμίαν υμων ην υπερ υμων καυχωμαι Μακεδόσιν οτι Αχαϊα παρεσκεύασται απο πέρυσι, και το υμων ζηλος ηρέθισεν τους πλείονας. 3 επεμψα δε τους αδελφούς, ινα μη το καύχημα ημων το υπερ υμων κενωθη εν τω μέρει τούτω, ινα καθως ελεγον παρεσκευασμένοι ητε, 4 μή πως εαν ελθωσιν συν εμοι Μακεδόνες και ευρωσιν υμας απαρασκευάστους καταισχυνθωμεν ημεις, ινα μη λέγω υμεις, εν τη υποστάσει ταύτη. 5 αναγκαιον ουν ηγησάμην παρακαλέσαι τους αδελφους ινα προέλθωσιν εις υμας και προκαταρτίσωσιν την προεπηγγελμένην ευλογίαν υμων, ταύτην ετοίμην ειναι ουτως ως ευλογίαν και μη ως πλεονεξίαν. 6 Τουτο δέ, ο σπείρων φειδομένως φειδομένως και θερίσει, και ο σπείρων επ’ ευλογίαις επ’ ευλογίαις και θερίσει. 7 εκαστος καθως προήρηται τη καρδία, μη εκ λύπης η εξ ανάγκης, ιλαρον γαρ δότην αγαπα ο θεός. 8 δυνατει δε ο θεος πασαν χάριν περισσευσαι εις υμας, ινα εν παντι πάντοτε πασαν αυτάρκειαν εχοντες περισσεύητε εις παν εργον αγαθόν, 9 καθως γέγραπται, Εσκόρπισεν, εδωκεν τοις πένησιν, η δικαιοσύνη αυτου μένει εις τον αιωνα. 10 ο δε επιχορηγων σπόρον τω σπείροντι και αρτον εις βρωσιν χορηγήσει και πληθυνει τον σπόρον υμων και αυξήσει τα γενήματα της δικαιοσύνης υμων. 11 εν παντι πλουτιζόμενοι εις πασαν απλότητα, ητις κατεργάζεται δι’ ημων ευχαριστίαν τω θεω,ω 12 οτι η διακονία της λειτουργίας ταύτης ου μόνον εστιν προσαναπληρουσα τα υστερήματα των αγίων, αλλα και περισσεύουσα δια πολλων ευχαριστιων τω θεω,ω 13 δια της δοκιμης της διακονίας ταύτης δοξάζοντες τον θεον επι τη υποταγη της ομολογίας υμων εις το ευαγγέλιον του Χριστου και απλότητι της κοινωνίας εις αυτους και εις πάντας, 14 και αυτων δεήσει υπερ υμων επιποθούντων υμας δια την υπερβάλλουσαν χάριν του θεου εφ’ υμιν. 15 χάρις τω θεω επι τη ανεκδιηγήτω αυτου δωρεα.

Κεφάλαιο 10

1 Αυτος δε εγω Παυλος παρακαλω υμας δια της πραϋτητος και επιεικείας του Χριστου, ος κατα πρόσωπον μεν ταπεινος εν υμιν, απων δε θαρρω εις υμας. 2 δέομαι δε το μη παρων θαρρησαι τη πεποιθήσει η λογίζομαι τολμησαι επί τινας τους λογιζομένους ημας ως κατα σάρκα περιπατουντας. 3 εν σαρκι γαρ περιπατουντες ου κατα σάρκα στρατευόμεθα,α 4 τα γαρ οπλα της στρατείας ημων ου σαρκικα αλλα δυνατα τω θεω προς καθαίρεσιν οχυρωμάτων,ν λογισμους καθαιρουντες 5 και παν υψωμα επαιρόμενον κατα της γνώσεως του θεου, και αιχμαλωτίζοντες παν νόημα εις την υπακοην του Χριστου, 6 και εν ετοίμω εχοντες εκδικησαι πασαν παρακοήν, οταν πληρωθη υμων η υπακοή. 7 Τα κατα πρόσωπον βλέπετε. ει τις πέποιθεν εαυτω Χριστου ειναι, τουτο λογιζέσθω πάλιν εφ’ εαυτου οτι καθως αυτος Χριστου ουτως και ημεις. 8 εάν τε γαρ περισσότερόν τι καυχήσωμαι περι της εξουσίας ημων, ης εδωκεν ο κύριος εις οικοδομην και ουκ εις καθαίρεσιν υμων, ουκ αισχυνθήσομαι, 9 ινα μη δόξω ως αν εκφοβειν υμας δια των επιστολων. 10 οτι, Αι επιστολαι μέν, φησίν, βαρειαι και ισχυραί, η δε παρουσία του σώματος ασθενης και ο λόγος εξουθενημένος. 11 τουτο λογιζέσθω ο τοιουτος, οτι οιοί εσμεν τω λόγω δι’ επιστολων απόντες, τοιουτοι και παρόντες τω εργω. 12 Ου γαρ τολμωμεν εγκριναι η συγκριναι εαυτούς τισιν των εαυτους συνιστανόντων. αλλα αυτοι εν εαυτοις εαυτους μετρουντες και συγκρίνοντες εαυτους εαυτοις ου συνιασιν. 13 ημεις δε ουκ εις τα αμετρα καυχησόμεθα, αλλα κατα το μέτρον του κανόνος ου εμέρισεν ημιν ο θεος μέτρου, εφικέσθαι αχρι και υμων. 14 ου γαρ ως μη εφικνούμενοι εις υμας υπερεκτείνομεν εαυτούς, αχρι γαρ και υμων εφθάσαμεν εν τω ευαγγελίω του Χριστου. 15 ουκ εις τα αμετρα καυχώμενοι εν αλλοτρίοις κόποις, ελπίδα δε εχοντες αυξανομένης της πίστεως υμων εν υμιν μεγαλυνθηναι κατα τον κανόνα ημων εις περισσείαν, 16 εις τα υπερέκεινα υμων ευαγγελίσασθαι, ουκ εν αλλοτρίω κανόνι εις τα ετοιμα καυχήσασθαι. 17 Ο δε καυχώμενος εν κυρίω καυχάσθω. 18 ου γαρ ο εαυτον συνιστάνων, εκεινός εστιν δόκιμος, αλλα ον ο κύριος συνίστησιν.

Κεφάλαιο 11

1 Οφελον ανείχεσθέ μου μικρόν τι αφροσύνης. αλλα και ανέχεσθέ μου. 2 ζηλω γαρ υμας θεου ζήλω, ηρμοσάμην γαρ υμας ενι ανδρι παρθένον αγνην παραστησαι τω Χριστω. 3 φοβουμαι δε μή πως, ως ο οφις εξηπάτησεν Ευαν εν τη πανουργία αυτου, φθαρη τα νοήματα υμων απο της απλότητος και της αγνότητος της εις τον Χριστόν. 4 ει μεν γαρ ο ερχόμενος αλλον Ιησουν κηρύσσει ον ουκ εκηρύξαμεν, η πνευμα ετερον λαμβάνετε ο ουκ ελάβετε, η ευαγγέλιον ετερον ο ουκ εδέξασθε, καλως ανέχεσθε. 5 λογίζομαι γαρ μηδεν υστερηκέναι των υπερλίαν αποστόλων. 6 ει δε και ιδιώτης τω λόγω, αλλ ου τη γνώσει, αλλ’ εν παντι φανερώσαντες εν πασιν εις υμας. 7 Η αμαρτίαν εποίησα εμαυτον ταπεινων ινα υμεις υψωθητε, οτι δωρεαν το του θεου ευαγγέλιον ευηγγελισάμην υμιν; 8 αλλας εκκλησίας εσύλησα λαβων οψώνιον προς την υμων διακονίαν, 9 και παρων προς υμας και υστερηθεις ου κατενάρκησα ουθενός. το γαρ υστέρημά μου προσανεπλήρωσαν οι αδελφοι ελθόντες απο Μακεδονίας. και εν παντι αβαρη εμαυτον υμιν ετήρησα και τηρήσω. 10 εστιν αλήθεια Χριστου εν εμοι οτι η καύχησις αυτη ου φραγήσεται εις εμε εν τοις κλίμασιν της Αχαϊας. 11 δια τί; οτι ουκ αγαπω υμας; ο θεος οιδεν. 12 Ο δε ποιω και ποιήσω, ινα εκκόψω την αφορμην των θελόντων αφορμήν, ινα εν ω καυχωνται ευρεθωσιν καθως και ημεις. 13 οι γαρ τοιουτοι ψευδαπόστολοι, εργάται δόλιοι, μετασχηματιζόμενοι εις αποστόλους Χριστου. 14 και ου θαυμα, αυτος γαρ ο Σατανας μετασχηματίζεται εις αγγελον φωτός. 15 ου μέγα ουν ει και οι διάκονοι αυτου μετασχηματίζονται ως διάκονοι δικαιοσύνης, ων το τέλος εσται κατα τα εργα αυτων. 16 Πάλιν λέγω, μή τίς με δόξη αφρονα ειναι. ει δε μή γε, καν ως αφρονα δέξασθέ με, ινα καγω μικρόν τι καυχήσωμαι. 17 ο λαλω ου κατα κύριον λαλω, αλλ’ ως εν αφροσύνη, εν ταύτη τη υποστάσει της καυχήσεως. 18 επει πολλοι καυχωνται κατα σάρκα, καγω καυχήσομαι. 19 ηδέως γαρ ανέχεσθε των αφρόνων φρόνιμοι οντες. 20 ανέχεσθε γαρ ει τις υμας καταδουλοι, ει τις κατεσθίει, ει τις λαμβάνει, ει τις επαίρεται, ει τις εις πρόσωπον υμας δέρει. 21 κατα ατιμίαν λέγω, ως οτι ημεις ησθενήκαμεν. εν ω δ αν τις τολμα, εν αφροσύνη λέγω, τολμω καγώ. 22 Εβραιοί εισιν; καγώ. Ισραηλιταί εισιν; καγώ. σπέρμα Αβραάμ εισιν; καγώ. 23 διάκονοι Χριστου εισιν; παραφρονων λαλω, υπερ εγώ. εν κόποις περισσοτέρως, εν φυλακαις περισσοτέρως, εν πληγαις υπερβαλλόντως, εν θανάτοις πολλάκις. 24 υπο Ιουδαίων πεντάκις τεσσεράκοντα παρα μίαν ελαβον, 25 τρις εραβδίσθην, απαξ ελιθάσθην, τρις εναυάγησα, νυχθήμερον εν τω βυθω πεποίηκα. 26 οδοιπορίαις πολλάκις, κινδύνοις ποταμων, κινδύνοις ληστων, κινδύνοις εκ γένους, κινδύνοις εξ εθνων, κινδύνοις εν πόλει, κινδύνοις εν ερημία, κινδύνοις εν θαλάσση, κινδύνοις εν ψευδαδέλφοις, 27 κόπω και μόχθω, εν αγρυπνίαις πολλάκις, εν λιμω και δίψει, εν νηστείαις πολλάκις, εν ψύχει και γυμνότητι. 28 χωρις των παρεκτος η επίστασίς μοι η καθ’ ημέραν, η μέριμνα πασων των εκκλησιων. 29 τίς ασθενει, και ουκ ασθενω; τίς σκανδαλίζεται, και ουκ εγω πυρουμαι; 30 Ει καυχασθαι δει, τα της ασθενείας μου καυχήσομαι. 31 ο θεος και πατηρ του κυρίου Ιησου οιδεν, ο ων ευλογητος εις τους αιωνας, οτι ου ψεύδομαι. 32 εν Δαμασκω ο εθνάρχης Αρέτα του βασιλέως εφρούρει την πόλιν Δαμασκηνων πιάσαι με, 33 και δια θυρίδος εν σαργάνη εχαλάσθην δια του τείχους και εξέφυγον τας χειρας αυτου.

Κεφάλαιο 12

1 Καυχασθαι δει. ου συμφέρον μέν, ελεύσομαι δε εις οπτασίας και αποκαλύψεις κυρίου. 2 οιδα ανθρωπον εν Χριστω προ ετων δεκατεσσάρων,ν ειτε εν σώματι ουκ οιδα, ειτε εκτος του σώματος ουκ οιδα, ο θεος οιδεν,ν αρπαγέντα τον τοιουτον εως τρίτου ουρανου. 3 και οιδα τον τοιουτον ανθρωπον,ν ειτε εν σώματι ειτε χωρις του σώματος ουκ οιδα, ο θεος οιδεν,ν 4 οτι ηρπάγη εις τον παράδεισον και ηκουσεν αρρητα ρήματα α ουκ εξον ανθρώπω λαλησαι. 5 υπερ του τοιούτου καυχήσομαι, υπερ δε εμαυτου ου καυχήσομαι ει μη εν ταις ασθενείαις. 6 εαν γαρ θελήσω καυχήσασθαι, ουκ εσομαι αφρων, αλήθειαν γαρ ερω. φείδομαι δέ, μή τις εις εμε λογίσηται υπερ ο βλέπει με η ακούει τι εξ εμου 7 και τη υπερβολη των αποκαλύψεων. διό, ινα μη υπεραίρωμαι, εδόθη μοι σκόλοψ τη σαρκί, αγγελος Σατανα, ινα με κολαφίζη, ινα μη υπεραίρωμαι. 8 υπερ τούτου τρις τον κύριον παρεκάλεσα ινα αποστη απ’ εμου. 9 και ειρηκέν μοι, Αρκει σοι η χάρις μου. η γαρ δύναμις εν ασθενεία τελειται. ηδιστα ουν μαλλον καυχήσομαι εν ταις ασθενείαις μου, ινα επισκηνώση επ’ εμε η δύναμις του Χριστου. 10 διο ευδοκω εν ασθενείαις, εν υβρεσιν, εν ανάγκαις, εν διωγμοις και στενοχωρίαις, υπερ Χριστου. οταν γαρ ασθενω, τότε δυνατός ειμι. 11 Γέγονα αφρων. υμεις με ηναγκάσατε. εγω γαρ ωφειλον υφ’ υμων συνίστασθαι. ουδεν γαρ υστέρησα των υπερλίαν αποστόλων, ει και ουδέν ειμι. 12 τα μεν σημεια του αποστόλου κατειργάσθη εν υμιν εν πάση υπομονη, σημείοις τε και τέρασιν και δυνάμεσιν. 13 τί γάρ εστιν ο ησσώθητε υπερ τας λοιπας εκκλησίας, ει μη οτι αυτος εγω ου κατενάρκησα υμων; χαρίσασθέ μοι την αδικίαν ταύτην. 14 Ιδου τρίτον τουτο ετοίμως εχω ελθειν προς υμας, και ου καταναρκήσω. ου γαρ ζητω τα υμων αλλα υμας, ου γαρ οφείλει τα τέκνα τοις γονευσιν θησαυρίζειν, αλλα οι γονεις τοις τέκνοις. 15 εγω δε ηδιστα δαπανήσω και εκδαπανηθήσομαι υπερ των ψυχων υμων. ει περισσοτέρως υμας αγαπων, ησσον αγαπωμαι; 16 εστω δέ, εγω ου κατεβάρησα υμας. αλλα υπάρχων πανουργος δόλω υμας ελαβον. 17 μή τινα ων απέσταλκα προς υμας, δι’ αυτου επλεονέκτησα υμας; 18 παρεκάλεσα Τίτον και συναπέστειλα τον αδελφόν. μήτι επλεονέκτησεν υμας Τίτος; ου τω αυτω πνεύματι περιεπατήσαμεν; ου τοις αυτοις ιχνεσιν; 19 Πάλαι δοκειτε οτι υμιν απολογούμεθα; κατέναντι θεου εν Χριστω λαλουμεν. τα δε πάντα, αγαπητοί, υπερ της υμων οικοδομης. 20 φοβουμαι γαρ μή πως ελθων ουχ οιους θέλω ευρω υμας, καγω ευρεθω υμιν οιον ου θέλετε, μή πως ερις, ζηλος, θυμοί, εριθείαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ακαταστασίαι. 21 μη πάλιν ελθόντος μου ταπεινώση με ο θεός μου προς υμας, και πενθήσω πολλους των προημαρτηκότων και μη μετανοησάντων επι τη ακαθαρσία και πορνεία και ασελγεία η επραξαν.

Κεφάλαιο 13

1 Τρίτον τουτο ερχομαι προς υμας. επι στόματος δύο μαρτύρων και τριων σταθήσεται παν ρημα. 2 προείρηκα και προλέγω ως παρων το δεύτερον και απων νυν τοις προημαρτηκόσιν και τοις λοιποις πασιν, οτι εαν ελθω εις το πάλιν ου φείσομαι, 3 επει δοκιμην ζητειτε του εν εμοι λαλουντος Χριστου. ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμιν. 4 και γαρ εσταυρώθη εξ ασθενείας, αλλα ζη εκ δυνάμεως θεου. και γαρ ημεις ασθενουμεν εν αυτω, αλλα ζήσομεν συν αυτω εκ δυνάμεως θεου εις υμας. 5 Εαυτους πειράζετε ει εστε εν τη πίστει, εαυτους δοκιμάζετε. η ουκ επιγινώσκετε εαυτους οτι Ιησους Χριστος εν υμιν; ει μήτι αδόκιμοί εστε. 6 ελπίζω δε οτι γνώσεσθε οτι ημεις ουκ εσμεν αδόκιμοι. 7 ευχόμεθα δε προς τον θεον μη ποιησαι υμας κακον μηδέν, ουχ ινα ημεις δόκιμοι φανωμεν, αλλ ινα υμεις το καλον ποιητε, ημεις δε ως αδόκιμοι ωμεν. 8 ου γαρ δυνάμεθά τι κατα της αληθείας, αλλα υπερ της αληθείας. 9 χαίρομεν γαρ οταν ημεις ασθενωμεν, υμεις δε δυνατοι ητε. τουτο και ευχόμεθα, την υμων κατάρτισιν. 10 δια τουτο ταυτα απων γράφω, ινα παρων μη αποτόμως χρήσωμαι κατα την εξουσίαν ην ο κύριος εδωκέν μοι, εις οικοδομην και ουκ εις καθαίρεσιν. 11 Λοιπόν, αδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεισθε, το αυτο φρονειτε, ειρηνεύετε, και ο θεος της αγάπης και ειρήνης εσται μεθ’ υμων. 12 ασπάσασθε αλλήλους εν αγίω φιλήματι. ασπάζονται υμας οι αγιοι πάντες. 13 Η χάρις του κυρίου Ιησου Χριστου και η αγάπη του θεου και η κοινωνία του αγίου πνεύματος μετα πάντων υμων.

ΡΟΗ ΕΙΔΗΣΕΩΝ

Όλες οι ειδήσεις
close button

Κάντε Like: Dogma.gr στο Facebook