Ιεροσολύμων Θεόφιλος: Να πορευτούμε με τον κόσμο γύρω μας – Η Εορτή της Υπαπαντής στο Πατριαρχείο

  • Δόγμα

Τὴν Κυριακὴν τῆς Ἀπόκρεω, 2αν/15ην Φεβρουαρίου 2026 ἑωρτάσθη ὑπὸ τοῦ Πατριαρχείου ἡ Δεσποτικὴ ἑορτὴ τῆς Ὑπαπαντῆς. Κατὰ τὴν ἑορτὴν αὐτὴν ἡ Ἐκκλησία ἀναμιμνῄσκεται ὅτι ὁ ἐνανθρωπήσας Κύριος, ὁ ἐκ Παρθένου τεχθεὶς, ἐτήρησε τὸν Νόμον, «Θεὸς ὢν κατεδέχθη περιτομὴν θελήσει  σαρκικὴν» τὴν 8ην ἀπὸ τῆς γεννήσεως Αὐτοῦ ἡμέραν.  Ὁ Ποιητὴς καὶ Δοτὴρ τοῦ Νόμου ἐτήρησε τὸν Νόμον καὶ ὡς […]

Τὴν Κυριακὴν τῆς Ἀπόκρεω, 2αν/15ην Φεβρουαρίου 2026 ἑωρτάσθη ὑπὸ τοῦ Πατριαρχείου ἡ Δεσποτικὴ ἑορτὴ τῆς Ὑπαπαντῆς.

Κατὰ τὴν ἑορτὴν αὐτὴν ἡ Ἐκκλησία ἀναμιμνῄσκεται ὅτι ὁ ἐνανθρωπήσας Κύριος, ὁ ἐκ Παρθένου τεχθεὶς, ἐτήρησε τὸν Νόμον, «Θεὸς ὢν κατεδέχθη περιτομὴν θελήσει  σαρκικὴν» τὴν 8ην ἀπὸ τῆς γεννήσεως Αὐτοῦ ἡμέραν.  Ὁ Ποιητὴς καὶ Δοτὴρ τοῦ Νόμου ἐτήρησε τὸν Νόμον καὶ ὡς τεσσαρακονθήμερον βρέφος, ἐδέχθη καὶ προσηνέχθη ὑπὸ τῶν γονέων Αὐτοῦ εἰς τὸ Ναὸν τοῦ Σολομῶντος. Ἐκεῖ, κατὰ πληροφορίαν τοῦ Ἁγίου Πνεύματος, ἐδέχθη αὐτὸν Συμεών ὁ δίκαιος εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ ἀνεγνώρισεν ὡς Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, λέγων ἐν χαρᾷ καὶ ἀγαλλιάσει: «Νῦν ἀπολύεις τόν δοῦλόν σου, Δέσποτα, κατά τό ρῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τό σωτήριόν σου, ὅ ἡτοίμασας κατά πρόσωπον πάντων τῶν λαῶν φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καί δόξαν λαοῦ σου Ἰσραήλ».

Ὡς λέγει ὁ Ἡσύχιος ὁ Πρεβύτερος τῆς Ἐκκλησίας Ἱεροσολύμων  ὁ Συμεών ἐγένετο «ὄχημα καί θρόνος τῆς Θεότητος καὶ κῆρυξ τῆς ἐνανθρωπήσεως».

Τὸ ὑπερφυὲς γεγονὸς τοῦτο ἑωρτάσθη:

Α’. Εἰς τὸν Ἱερὸν Ναὸν τῶν Ἁγίων Κωνσταντίνου καὶ Ἑλένης τῇ χοροστασίᾳ τοῦ Μακαριωτάτου Πατρὸς ἡμῶν καὶ Πατριάρχου Ἱεροσολύμων κ.κ. Θεοφίλου.

Β’. Ὡσαύτως ἑωρτάσθη εἰς τὴν Ἱερὰν  Μονῆς Παναγίας Σεϊδανάγιας, πλησίον τοῦ Πατριαρχείου δι’ Ἑσπερινοῦ ἀφ’ ἑσπέρας καὶ διά θείας λειτουργίας τὴν πρωΐαν, τῆς ὁποίας  προεξῆρξεν ὁ Γέρων Ἀρχιγραμματεύς Σεβασμιώτατος Ἀρχιεπίσκοπος Κωνσταντίνης κ. Ἀρίσταρχος, συλλειτουργούντων τοῦ Ἀρχιμανδρίτου π. Καλλίστου, τοῦ Ρωσοφώνου Ἱερέως π. Νικολάου καί τοῦ Ἱεροδιακόνου π. Προδρόμου, ψαλλόντων τοῦ ἰατροῦ κ. Γιακούμπ, μέλους τοῦ Καθεδρικοῦ Ναοῦ τοῦ Ἁγίου Ἰακώβου, τοῦ κ. Γαβριήλ καί τῆς μοναχῆς Σεβαστιανῆς ἐκ τῆς Ἱερᾶς Μονῆς Ὁρμήλιας καὶ μετεχόντων μελῶν τοῦ ἑλληνικοῦ Γενικοῦ Προξενείου καί τῆς Ἑλληνικῆς Πρεσβείας, τῇ συμμετοχῇ μελῶν τοῦ καθεδρικοῦ ναοῦ τοῦ Ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου καί εὐλαβῶν προσκυνητῶν. Εἰς τὸ Κοινωνικὸν τῆς Θείας λειτουργίας ἐκήρυξε τὸν θεῖον λόγον ὁ Σεβασμιώτατος ἔχοντα οὕτως: ἴδε βίντεο.

Διαρκούσης τῆς θείας Λειτουργίας ἐπεσκέφθη τὸν ἱερὸν Ναὸν ὁ Μακαριώτατος Πατὴρ ἡμῶν καὶ Πατριάρχης Ἱεροσολύμων κ.κ. Θεόφιλος μετὰ συνοδείας Αὐτοῦ διά προσκύνησιν.

Τὴν Πατριαρχικὴν καὶ Ἀρχιερατικὴν συνοδείαν καὶ τὸ πλήρωμα τῆς Ἐκκλησίας ἐδέχθη φιλοφρόνως εἰς τὸ ἡγουμενεῖον καὶ εἰς τὸ προαύλιον τῆς Μονῆς ἡ λίαν καλῶς ἐπιμελουμένη τῶν τῆς Μονῆς ὁσιολογιωτάτη καθηγουμένη μοναχὴ Σεραφείμα, καὶ διατηροῦσα τὸ ἀρτοποιεῖον διά τὴν προετοιμασίαν  τοῦ ἄρτου διά τήν Εὐχαριστίαν.

TOP NEWS