Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 28 Οκτωβρίου, Ζ΄ Λουκά

  • Dogma
απόστολος

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 28 κτωβρίου, Ζ΄ Λουκά, στο πρωτότυπο κείμενο και σε μετάφραση. 

 Ο ΑΠΟΣΤΟΛΟΣ (Γαλ. στ΄ 11-18)

Αδελφοί, ἲδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὃσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Μετάφραση

Αδελφοί, προσέξτε μέ πόσο μεγάλα γράμματα σᾶς γράφω τώρα μέ τό ἲδιο μου τό χέρι. Ὃσοι θέλουν νά ἀποκτήσουν καλή φήμη στους ἀνθρώπους, αὐτοί σᾶς ὑποχρεώνουν να περιτέμνεσθε, μέ μόνο στόχο νά μή καταδιώκωνται ἀπό τούς Ἰουδαίους ἐξαιτίας τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἂλλωστε οὒτε καί αὐτοί πού ἐπιμένουν στήν περιτομή τηροῦν τόν νόμο. Ἁπλῶς θέλουν νά περιτέμνεστε ἐσεῖς, γιά νά καυχηθοῦν ὃτι σᾶς κατάφεραν νά τό κάνετε. Ὃσο γιά μένα, δέν θέλω ἂλλη ἀφορμή γιά καύχηση ἐκτός ἀπό τόν σταυρό τοῦ Κυρίου μας  Ἰησοῦ Χριστοῦ,  τόν σταυρό πού πάνω του ὁ κόσμος πέθανε γιά μένα κι ἐγώ γιά τόν κόσμο. Για ὃσους ἀνήκουν στόν Ἰησοῦ Χριστό δέν ἒχει καμιά σημασία οὒτε τό νά κάνεις περιτομή οὒτε τό νά μήν κάνεις, ἀλλά ὃλοι εἶναι νέα δημιουργήματα τοῦ Θεοῦ. Ὃσοι ἀκολουθοῦν αὐτή τήν ἂρχή, θά ἒχουν τήν εἰρήνη καί τό ἒλεος τοῦ Θεοῦ μαζί τους, αὐτοί καί ὃλος ὁ λαός τοῦ Θεοῦ. Στό ἑξῆς κανένας ἂς μή μοῦ δημιουργεῖ προβλήματα. Ἀρκετά ἒχω πάθει γιά τόν Ἰησοῦ, ὃπως δείχνουν τά σημάδια στό σῶμα μου. Ἡ χάρη τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ εὒχομαι νἀ εἶναι μαζί σας, ἀδελφοί μου. Ἀμήν.

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. η΄ 41-56)

Tῷ καιρῷ ἐκείνῳ, ἂνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτός ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. Ἒκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Μετάφραση

Εκεῖνο τόν καιρό, πλησίασε τόν Ἰησοῦ κάποιος ἂνθρωπος πού τόν ἔλεγαν Ἰάειρο καί ἦταν ἄρχοντας τῆς συναγωγῆς. Αὐτός ἔπεσε στά πόδια τοῦ Ἰησοῦ καί τόν παρακαλοῦσε νά πάει στό σπίτι του, γιατί εἶχε μια μοναχοκόρη δώδεκα χρόνων, πού ἦταν ἑτοιμοθάνατη. Τήν ὥρα πού ὁ Ἰησοῦς βάδιζε πρός τό σπίτι, τά πλήθη τόν περιέβαλαν ἀσφυκτικά. Κάποια γυναίκα, πού ὑπέφερε ἀπό αἱμορραγία δώδεκα χρόνια καί εἶχε ξοδέψει ὅλη της τήν περιουσία στούς γιατρούς, χωρίς κανένας νά μπορέσει νά τήν κάνει καλά, πῆγε πίσω ἀπό τόν Ἰησοῦ, ἄγγιξε τήν ἄκρη τό ρούχου του, κι ἀμέσως ἡ αἱμορραγία της σταμάτησε. Τότε ὁ Ἰησοῦς εἶπε: «Ποιός μέ ἄγγιξε;» Ἐνῶ ὅλοι ἀρνιοῦνταν, ὁ Πέτρος καί ὅσοι ἦταν μαζί του ἔλεγαν: «Διδάσκαλε, οἱ ὄχλοι ἔχουν στριμωχτεῖ κοντά σου καί σέ πιέζουν κι ἐσύ λές ποιός μέ ἄγγιξε;» Ὁ Ἰησοῦς ὅμως εἶπε: «Κάποιος μέ ἄγγιξε, γιατί ἐγώ ἔνιωσα νά βγαίνει ἀπό μένα δύναμη». Μόλις ἡ γυναίκα εἶδε ὅτι δέν ξέφυγε τήν προσοχή του, ἦρθε τρέμοντας κι ἔπεσε στά πόδια του καί μπροστά σ΄ ὅλο τόν κόσμο τοῦ εἶπε γιά ποιά αἰτία τόν ἄγγιξε κι ὅτι εἶχε γιατρευτεῖ ἀμέσως. Ἐκεῖνος τῆς εἶπε: «Θάρρος, κόρη μου, ἡ πίστη σου σέ ἔσωσε· πήγαινε στό καλό». Ἐνῶ ὁ Ἰησοῦς ἀκόμα μιλοῦσε, ἦρθε κάποιος ἀπό τό σπίτι τοῦ ἄρχοντα τῆς συναγωγῆς καί τοῦ λέει: «Ἡ κόρη σου πέθανε· μήν ἐνοχλεῖς πιά τό δάσκαλο». Ὅταν τό ἄκουσε ὁ Ἰησοῦς τοῦ εἶπε: «Ἐσύ μή φοβᾶσαι, μόνο πίστευε, καί θά σωθεῖ». Φτάνοντας στό σπίτι, δέν ἄφησε κανέναν νά μπεῖ μέσα μαζί του, ἐκτός ἀπό τόν Πέτρο, τόν Ἰωάννη καί τόν Ἰάκωβο, καθώς καί τόν πατέρα καί τή μητέρα τοῦ κοριτσιοῦ. Ὅλοι ἔκλαιγαν καί τή θρηνολογοῦσαν. Ὁ Ἰησοῦς ὅμως τούς εἶπε: «Μήν κλαῖτε· δέν πέθανε, ἀλλά κοιμᾶται». Ἐκεῖνοι τόν περιγελοῦσαν, βέβαιοι πώς εἶχε πεθάνει. Ὁ Ἰησοῦς, ἀφοῦ τούς ἔβγαλε ὅλους ἔξω, ἔπιασε τό κορίτσι ἀπό τό χέρι καί τοῦ εἶπε δυνατά: «Κορίτσι, σήκω!» Τό πνεῦμα της ἐπέστρεψε κι αὐτή ἀμέσως σηκώθηκε. Ὁ Ἰησοῦς τότε διέταξε νά τῆς δώσουν νά φάει. Οἱ γονεῖς της ἔμειναν κατάπληκτοι. Ἐκεῖνος ὅμως τούς εἶπε νά μήν ποῦν σέ κανέναν τί εἶχε γίνει.

 

TOP NEWS