Αρχή Μεγάλης Τεσσαρακοστής στα Ιεροσόλυμα

  • Δόγμα

Τῇ 10ῃ/23ῃ τοῦ μηνὸς Φεβρουαρίου, Καθαρᾷ Δευτέρᾳ, κατελθὼν ἡ Α.Θ.Μ. ὁ Πατήρ ἡμῶν καί Πατριάρχης Ἱεροσολύμων κ.κ. Θεόφιλος εἰς τὸν Ἱερὸν Ναὸν τῶν ἁγίων ἐνδόξων ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης, ἐχοροστάτησεν ἐκ τοῦ Παραθρονίου μετὰ χαζρανίου εἰς τὴν Ἀκολουθίαν τοῦ Μεγάλου Ἀποδείπνου μετὰ τοῦ Μεγάλου Κανόνος. Τήν Α΄ Τετάρτην τῆς Ἁγίας καί Μεγάλης Τεσσαρακοστῆς, 12ης/25ης Φεβρουαρίου 2026, ἐτελέσθη […]

Τῇ 10/23 τοῦ μηνὸς Φεβρουαρίου, Καθαρᾷ Δευτέρᾳ, κατελθὼν ἡ Α.Θ.Μ. ὁ Πατήρ ἡμῶν καί Πατριάρχης Ἱεροσολύμων κ.κ. Θεόφιλος εἰς τὸν Ἱερὸν Ναὸν τῶν ἁγίων ἐνδόξων ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης, ἐχοροστάτησεν ἐκ τοῦ Παραθρονίου μετὰ χαζρανίου εἰς τὴν Ἀκολουθίαν τοῦ Μεγάλου Ἀποδείπνου μετὰ τοῦ Μεγάλου Κανόνος.

Τήν Α΄ Τετάρτην τῆς Ἁγίας καί Μεγάλης Τεσσαρακοστῆς, 12ης/25ης Φεβρουαρίου 2026, ἐτελέσθη ἡ πρώτη θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων:

Α. Εἰς τόν Πατριαρχικόν καί μοναστηριακόν Ναόν τῶν Ἁγίων Κωνσταντίνου καί Ἑλένης, χοροστατοῦντος τῆς Α.Θ.Μ. τοῦ Πατρός ἡμῶν καί Πατριάρχου Ἱεροσολύμων κ.κ. Θεοφίλου καί συμπροσευχομένων τῶν Ἀρχιερέων καί λοιπῶν Ἁγιοταφιτῶν Πατέρων, τῶν δοκίμων τῆς Πατριαρχικῆς Σχολῆς Σιών καί προσκυνητῶν, ψάλλοντος τοῦ Πρωτοψάλτου τοῦ Πανιέρου Ναοῦ τῆς Ἀναστάσεως διακόνου π. Εὐσταθίου καί τῶν μαθητῶν τῆς Σχολῆς.

Β.  Θεία Λειτουργία τῶν Προηγιασμένων ἐτελέσθη ὡσαύτως ἐπί τοῦ Φρικτοῦ Γολγοθᾶ ὑπό τοῦ Γέροντος Σκευοφύλακος Σεβασμιωτάτου Ἀρχιεπισκόπου Ἱεραπόλεως κ. Ἰσιδώρου τῇ συμπροσευχῇ μοναζουσῶν καί  μεγάλου ἀριθμοῦ προσκυνητῶν.

TOP NEWS